# Commentarii in Joannem 1.100

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.100

ἐδεῖτο τοῦ φωτίζοντος Λόγου, τί μάτην ἐκάλουν τὸν οὐδὲν ὠφελῆσαι δυνάμενον; ἀλλ' οὐκ ἔστιν εἰπεῖν, ὅτι τῆς ἀληθείας ἀπεσφάλλετο τῶν ἁγίων ὁ νοῦς, καὶ αὐτὸς δὲ πάλιν ὁ Θεὸς καὶ Πατὴρ, ὡς φωτὸς δεομένοις πέμπει τὸν Υἱόν. ἕτερος ἄρα κατὰ φύσιν, ὡς πρὸς τὴν κτίσιν ὁ Μονογενὴς, ὡς φωτίζων τὰ φωτὸς δεόμενα. Ἄλλο. Εἰ φωτὸς ὁρῶμεν τὴν κτίσιν ἐπιδεᾶ, φωτίζει δὲ αὐτὴν ὁ Μονογενὴς, οὐχ ἑαυτὴν ἡ κτίσις ἄγει πρὸς τὸ φῶς· οὐκοῦν οὐδὲ φῶς ἀληθινὸν ὥσπερ ὁ Υἱός. Ἄλλο. Εἰ τὸ φύσει καὶ κατὰ ἀλήθειαν φῶς οὐ σκοτίζεται, φῶς δὲ ἀληθινὸν ὁ Μονογενὴς, καὶ φῶς ὁμοίως ἀληθινὸν ἡ κτίσις, ὅτου δὴ χάριν ἐπὶ μὲν τοῦ Υἱοῦ τίθησιν ἡ γραφὴ τό "Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν·" ἐφ' ἡμῶν δὲ ὁ Παῦλος "Ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα "τῶν ἀπίστων;" καὶ πάλιν αὐτὸς ὁ Σωτήρ "Ἕως τὸ φῶς "ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς "καταλάβῃ." πρόδηλον γὰρ δήπου πᾶσίν ἐστιν, ὡς εἰ μή τινας ὑπὸ τῆς σκοτίας ἐνεχώρει καταλαμβάνεσθαι τῶν καθ' ἡμᾶς, οὐδ' ἂν ἔφη τι τοιοῦτον ὁ Σωτήρ. πῶς οὖν ἔτι ταὐτὸν εἰς φύσιν ὁ Μονογενὴς καὶ ἡ κτίσις, ὁ ἀναλλοίωτος τῇ ἀλλοιουμένῃ, ὁ παθεῖν οὐδὲν τῶν ἀδικούντων ἀνεχόμενος τῇ σκοτιζομένῃ καὶ ἀποκτήσασθαι δυναμένῃ τὸν φωτισμὸν, ὡς ἐν προσθήκης μέρει προσόντα δηλονότι, καὶ οὐχὶ κατὰ φύσιν ἐῤῥιζωμένην ἐν ἑαυτῇ; Ἄλλο. Εἰ μὴ μόνος ὁ Μονογενὴς τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἔχει δὲ αὐτὸ καὶ ἡ κτίσις, ὡς ὁμοφυὴς αὐτῷ, κατὰ τίνα τρόπον ἀναβοῶμεν ἡμεῖς, ὡς πρὸς Θεὸν καὶ Πατέρα "Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς;" εἰ γὰρ φῶς ἐσμεν ἀληθινὸν, πῶς ἐν ἑτέρῳ φωτισθησόμεθα; εἰ δὲ ὡς χρῄζοντες ἐπεισάκτου φωτὸς, τὰ τοιαῦτά φαμεν, οὐκ ὄντες

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
