# Commentarii in Joannem 1.105

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.105

"φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν." εἰ μὲν οἴκοθεν ἔχει τὸ φῶς ἡ τῶν γενητῶν φύσις, καὶ τοῦτό ἐστι κυρίως ὅπερ εἶναί φαμεν τὸν Μονογενῆ κατά γε τὸ εἶναι φῶς ἀληθινὸν, πῶς ἂν ἐδεήθη τοῦ φωτίζοντος αὐτὴν ἡ Ἱερουσαλήμ; ἐπειδὴ δὲ ὡς ἐν χάριτος μέρει τὸ φωτίζεσθαι λαμβάνει, μόνος ἄρα τὸ φῶς τὸ ἀληθινὸν ὁ Υἱὸς ὁ φωτίζων αὐτὴν καὶ ὅπερ οὐκ ἔχει διδούς. εἰ δὲ τοῦτο, πῶς οὐ πάντως καὶ ἕτερος κατὰ φύσιν, ὡς πρὸς αὐτήν; Ἄλλο. "Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς "ἐθνῶν." πῶς γὰρ ὅλως ἐδεήθη φωτὸς ἡ ἐπὶ γῆς οὖσα λογικὴ κτίσις, εἴπερ ἔνεστιν αὐτῇ κατὰ φύσιν τὸ εἶναι φῶς τὸ ἀληθινόν; ὡς γὰρ οὐκ ἐχούσῃ ἤδη δίδωσιν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἴδιον Υἱόν· ἡ δὲ οὕτω λαβοῦσα δι' αὐτοῦ βοήσει τοῦ πράγματος, καὶ τῆς οἰκείας φύσεως τὴν πενίαν καὶ τοῦ φωτίζοντος Λόγου τὸ πλούσιον ἀξίωμα. Ἄλλο. "Καὶ νῦν ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε πορευθῶμεν "τῷ φωτὶ Κυρίου." διατί οὗτοι μᾶλλον μὴ τῷ οἰκείῳ πορεύονται φωτὶ, δᾳδουχεῖ δὲ αὐτοῖς ὁ Μονογενὴς τὸ ἴδιον αὐτοῦ τῆς οὐσίας ἐντιθεὶς ἀγαθόν; ἀλλ' οὐ τῷ οἰκείῳ θαῤῥήσαντες δανείζονται τὸ ἀλλότριον· ὡς οὐκ ἔχοντες ἄρα, τοῦτο ποιεῖν ἐγνώκασιν. Ἄλλο. Ὁ Σωτήρ "Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, φησὶν, "ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' "ἕξει τὸ φῶς τῆς ζωῆς." ἀποτολμάτω καὶ ἡ κτίσις τὴν τοιαύτην ἀναφθέγξασθαι φωνὴν, εἴπερ ἐστὶ καὶ αὐτὴ κατὰ ἀλήθειαν φῶς· εἰ δὲ ἀποφρίττει τὸ ῥῆμα, καὶ τὸ πρᾶγμα φεύξεται, τὸ ἀληθινὸν ὁμολογήσασα φῶς, τουτέστι τὸν Υἱόν. Ἄλλο. Ὁ Κύριος "Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ "φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε" φησίν. ἆρα γὰρ ἔμελλον

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
