# Commentarii in Joannem 1.108

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.108

ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἈΣΦΑΛΗΣ ὁ θεολόγος· οὐ γὰρ μόνον οἴεται δεῖν, ὅτι δὴ φῶς ὑπάρχοι τὸ ἀληθινὸν ὁ Μονογενὴς, ἐξειπεῖν, ἀλλ' ἐπάγει τοῖς εἰρημένοις παραχρῆμα τὴν ἀπόδειξιν, μονονουχὶ καὶ συντόνῳ λίαν ἀνακεκραγὼς τῇ φωνῇ Φῶς εἶναί φημι τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἆρ' οὖν, εἴποι τις ἂν ὅτῳ δὴ φίλον οὐκ ἀβασανίστως τῶν θείων ἐπακροᾶσθαι δογμάτων, οὐ φωτίζουσιν ἄγγελοι τῶν ἀνθρώπων τὸν νοῦν; Κορνήλιος δὲ, εἰπέ μοι, διὰ τίνος ἐμάνθανεν, ὅτι χρὴ βαπτισθέντα διασώζεσθαι παρὰ Θεοῦ; Μανωὲ δὲ τοῦ Σαμψὼν ὁ πατὴρ, οὐ διὰ φωνῆς ἀγγέλου τὰ ἐσόμενα προεπαιδεύετο; Ζαχαρίας δὲ ὁμοίως ἡμῖν ὁ προφήτης οὐχὶ σαφῶς ἀναφθέγγεται "Καὶ εἶπεν ὁ ἄγγελος ὁ λαλῶν ἐν "ἐμοί Ἐγὼ δείξω σοι τί ἐστι ταῦτα·" καὶ πάλιν διὰ τῶν αὐτῶν ἡμῖν ἐρχόμενος λόγων, οὐκ ἐπιδεικνύει σαφῶς, ὅτι τῶν κεκρυμμένων τὴν γνῶσιν ἐξεκάλυπτον ἄγγελοι κατὰ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
