# Commentarii in Joannem 1.109

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.109

νοῦν αὐτῷ; "Καὶ ἰδοὺ γὰρ, φησὶν, ὁ ἄγγελος ὁ λαλῶν ἐν "ἐμοὶ εἱστήκει, καὶ ἄγγελος ἕτερος ἐξεπορεύετο εἰς ἀπάν"τησιν αὐτῷ καὶ εἶπε πρὸς αὐτὸν λέγων Δράμε καὶ λάλησον "πρὸς τὸν νεανίαν ἐκεῖνον λέγων Κατάκαρπος κατοικηθή"σεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων καὶ κτηνῶν "τῶν ἐν μέσῳ αὐτῆς." τί δὲ, εἰπέ μοι, καὶ ὁ σοφώτατος Δανιὴλ ταῖς ἀξιαγάστοις ὀπτασίαις προσβαλὼν, οὐχὶ τῶν ὁρωμένων τὴν ἀποκάλυψιν διὰ τῆς τῶν ἀγγέλων ἐρανίζεται φωνῆς; ἄκουε γὰρ λέγοντος "Καὶ ἐγένετο ἐν τῷ ἰδεῖν με, "ἐγὼ Δανιὴλ, τὴν ὅρασιν καὶ ἐζήτουν σύνεσιν, καὶ ἰδοὺ "ἔστη ἐνώπιόν μου ὡς ὅρασις ἀνδρός· καὶ ἤκουσα φωνὴν "ἀνδρὸς ἀνὰ μέσον τοῦ Οὐβὰλ, καὶ ἐκάλεσε καὶ εἶπε "Γαβριὴλ, συνέτισον ἐκεῖνον τὴν ὅρασιν." οὐκοῦν ἔνεστι τὸ δύνασθαι φωτίζειν ἀγγέλοις, καὶ οὐ μόνον αὐτοῖς, ἀλλ' ἤδη καὶ ἄνθρωπος τὸν ἐξ ἀνθρώπου δανείζεται φωτισμόν. καὶ γοῦν ὁ φιλομαθὴς ἐκεῖνος εὐνοῦχος τὰς περὶ τοῦ Σωτῆρος ἡμῶν προφητείας οὐ συνεὶς τῷ Φιλίππῳ φησί "Δέομαί σου "περὶ τίνος ὁ προφήτης λέγει; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου "τινός;" καὶ οἱ τοῖς κατὰ τὸν βίον διδασκάλοις προστρέχοντες, οὐχ ἑτέρου τινὸς οἶμαι χάριν, τούτου δὲ καὶ μόνου προσίασιν. ἀλλὰ τί δὴ τούτοις ἐνδιατρίβομεν, ἐξὸν ἀπαλλάττεσθαι ῥᾳδίως, ἐκεῖνο παραθέντας εἰς ἀπόδειξιν τὸ παρὰ τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς ἁγίους εἰρημένον ἀποστόλους "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου;" Τοιαῦτα μὲν δή τις κατὰ τὸ εἰκὸς ἐπαπορήσας ἐρεῖ, παρὰ δὲ ἡμῶν ἀντακούσεται Ἐν συνθέσει τὰ κατὰ τὴν κτίσιν ὁρῶμεν, ὦ οὗτος, καὶ οὐδὲν ἐν αὐτῇ τὸ ἁπλοῦν· οὐκοῦν ὁ σοφοῦν ἑτέρους δυνάμενος, εἴπερ εἴη γενητὸς, οὐκ αὐτόχρημά ἐστιν ἡ σοφία, ἀλλὰ τῆς ἐνούσης αὐτῷ σοφίας διάκονος· ἐν σοφίᾳ γὰρ ὁ σοφός ἐστι σοφός. καὶ ὁ συνετοὺς ἐκδιδάσκων,

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
