# Commentarii in Joannem 1.110

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.110

οὐκ αὐτόχρημά ἐστιν ἡ σύνεσις, ἀλλὰ τῆς ἐνυπαρχούσης αὐτῷ συνέσεως ὑπουργός· ἐν συνέσει γάρ εἰσι καὶ οὗτοι συνετοί. καὶ ὁ φωτίζειν αὖ πάλιν ἑτέρους εἰδὼς, οὐκ αὐτοκυρίως ἂν νοοῖτο τὸ φῶς, ἀλλὰ φωτὸς τοῦ ἐν αὐτῷ δανειστὴς, καὶ εἰς ἑτέρους αὐτὸ παραπέμπων διδακτῶς, καὶ κοινοποιούμενος τοῖς ἄλλοις ὅπερ εἴληφεν ἀγαθόν. διά τοι τοῦτο καὶ πρὸς τοὺς ἁγίους ἀποστόλους ἐλέγετο "Δωρεὰν ἐλάβετε, "δωρεὰν δότε·" ὅσα γὰρ ἦν ἐν αὐτοῖς ἀγαθὰ, ταῦτα δὴ πάντως ἐστὶ καὶ θεόσδοτα, καὶ οὐκ ἂν ὅλως ἰδίοις ἀγαθοῖς ἡ τῶν ἀνθρώπων ἐναγλαΐζοιτο φύσις, ἀλλ' οὐδὲ ἡ τῶν ἁγίων ἀγγέλων. μετὰ γὰρ τοῦ κεκλῆσθαι πρὸς γένεσιν, καὶ τὸν τοῦ πῶς εἶναι λόγον ἕκαστον τῶν ὄντων παρὰ Θεοῦ ἔχει, καὶ οὐδὲν ἐν αὐτοῖς οὐσιωδῶς ἐνυπάρχειν διακεισόμεθα, ὃ μὴ δῶρόν ἐστι τῆς τοῦ κτίσαντος φιλοτιμίας, καὶ ῥίζαν ἔχει τὴν τοῦ δημιουργήσαντος χάριν. οὐκοῦν ἐπειδήπερ ἐν συνθέσει τὰ γενητὰ, φῶς μὲν ἐν αὐτοῖς οὐδὲν ἔσται κυρίως τε καὶ ἁπλῶς, ἤτοι ἀσυνθέτως, μεθεκτῶς δὲ καὶ τοῦτο φορέσει μετὰ τῶν ἄλλων καὶ λαβόντα παρὰ Θεοῦ· φῶς δὲ αὖ τὸ ἀληθινὸν, τὸ φωτίζον ἐστὶν, οὐ τὸ παρ' ἑτέρου φωτιζόμενον, ὅπερ ἐστὶν ὁ Μονογενὴς ἐν ἁπλῇ καὶ ἀσυνθέτῳ νοούμενος φύσει, διπλόης γὰρ ἁπάσης τὸ θεῖον ἀποφοιτᾷ. Καὶ ταῦτα μὲν τῇδε· πάλιν δὲ ἡμῖν ἐρεῖ τυχὸν ὁ δι' ἐναντίας Εἰ μὴ φῶς ὑπῆρχον κατὰ φύσιν οἱ ἅγιοι, διὰ ποίαν αἰτίαν αὐτοὺς οὐχὶ φωτὸς ἀπεκάλει μετόχους, ἀλλὰ φῶς ὠνόμαζεν ὁ Σωτήρ; πῶς δὲ ἑτεροφυὴς ἡ κτίσις ὡς πρὸς αὐτὸν, εἰ καθάπερ αὐτὸς ὠνόμασται φῶς, οὕτω καὶ τὰ λογικά; "Ὑμεῖς γάρ ἐστε τοῦ κόσμου τὸ φῶς," ἤκουον οἱ μαθηταί. Τί οὖν, ὦ βέλτιστε; πάλιν ἐροῦμεν αὐτῷ· Θεοῦ υἱοὶ καὶ θεοὶ παρὰ ταῖς θείαις κεκλήμεθα γραφαῖς, κατὰ τό "Ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες;" ἆρ' οὖν ἀφέντες τὸ εἶναι κατὰ φύσιν, ὅπερ ἐσμὲν, ἐπὶ τὴν θείαν τε

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
