Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.111
Not analysed yet
καὶ ἄῤῥητον οὐσίαν ἀναβησόμεθα, καὶ τὸν τοῦ Θεοῦ Λόγον τῆς κατ' ἀλήθειαν ἐκβάλλοντες υἱότητος, ἀντ' ἐκείνου τῷ Πατρὶ συνεδρεύσομεν, καὶ ὑπόθεσιν ἀσεβείας τὴν τοῦ τιμῶντος ποιησόμεθα χάριν; μὴ γένοιτο· ἀλλ' ἔσται μὲν ἐν οἷσπέρ ἐστιν ἀπαραποιήτως ὁ Υἱός· θετοὶ δὲ ἡμεῖς εἰς υἱότητα, καὶ θεοὶ κατὰ χάριν, οὐκ ἀγνοοῦντες ὅπερ ἐσμέν· οὕτω δὲ εἶναι καὶ φῶς τοὺς ἁγίους πιστεύομεν. χρῆναι δὲ οἶμαι κἀκεῖνο διασκεπτομένους ὁρᾶν. τὰ μὲν γὰρ λογικὰ τῶν κτισμάτων φωτιζόμενα φωτίζει, κατὰ μετάδοσιν θεωρημάτων τῶν ἐκ νοῦ πρὸς ἑτέραν εἰσχεομένων διάνοιαν, καὶ διδασκαλία μᾶλλον, ἤτοι ἀποκάλυψις, ὁ τοιοῦτος ἂν δικαίως καλοῖτο φωτισμός· ὁ δὲ τοῦ Θεοῦ Λόγος φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον οὐ διδασκαλικῶς, καθάπερ ἄγγελοι τυχὸν, ἢ καὶ ἄνθρωποι, ἀλλὰ μᾶλλον ὡς Θεὸς δημιουργικῶς ἑκάστῳ τῶν εἰς τὸ εἶναι καλουμένων σπέρμα σοφίας, ἤτοι θεογνωσίας, ἐντίθησι, καὶ ῥίζαν ἐμφυτεύει συνέσεως, λογικόν τε οὕτως ἀποτελεῖ τὸ ζῷον τῆς οἰκείας φύσεως μέτοχον ἀποδεικνύων, καὶ τῆς ἀφράστου λαμπρότητος ὥσπερ τινὰς ἀτμοὺς φωτοειδεῖς ἐνιεὶς τῷ νῷ, καθ' ὃν αὐτὸς οἶδε τρόπον τε καὶ λόγον· δεῖ γὰρ, οἶμαι, λέγειν ἐν τούτοις οὐ περιττά. διά τοι τοῦτο καὶ ὁ προπάτωρ Ἀδὰμ, οὐκ ἐν χρόνῳ, καθάπερ ἡμεῖς, τὸ εἶναι σοφὸς ἀποκερδάνας ὁρᾶται, ἀλλ' ἐκ πρώτων εὐθὺς τῶν τῆς γενέσεως χρόνων τέλειος ἐν συνέσει φαίνεται, τὸν δοθέντα τῇ φύσει παρὰ Θεοῦ φωτισμὸν ἀθόλωτον ἔτι καὶ καθαρὸν διασώζων ἐν ἑαυτῷ, καὶ ἀκαπήλευτον ἔχων τῆς φύσεως τὸ ἀξίωμα. φωτίζει τοιγαροῦν δημιουργικῶς μὲν ὁ Υἱὸς, ἅτε δὴ τὸ φῶς ὑπάρχων αὐτὸς τὸ ἀληθινὸν, κατὰ μετοχὴν δὲ ἡ κτίσις τὴν πρὸς τὸ φῶς ἐκλαμπρύνεται, καὶ καλεῖται διὰ τοῦτο καὶ γίνεται φῶς, εἰς τὰ ὑπὲρ φύσιν ἀναβαίνουσα διὰ τὴν τοῦ δοξάσαντος χάριν, καὶ διαφόροις αὐτὴν στεφανοῦντος τιμαῖς, ὡς ἥκειν εὐλόγως