# Commentarii in Joannem 1.112

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.112

εἰς μέσον τῶν τετιμημένων ἕκαστον, καὶ δὴ καὶ χαριστηρίους ἀνατείνοντα προσευχὰς, μεγάλῃ λοιπὸν ἀναμελῳδεῖν τῇ φωνῇ "Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον, καὶ μὴ ἐπιλαν"θάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ, τὸν εὐιλατεύοντα "πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους "σου· τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν "στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς, τὸν ἐμπιπλῶντα "ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου·" ποιεῖ γὰρ ὄντως "ἐλεημο"σύνας ὁ Κύριος," τὰ μικρὰ καὶ ἐξουθενημένα, κατά γε τὸν τῆς οἰκείας φύσεως λόγον, μεγάλα καὶ ἀξιοθαύμαστα διὰ τῆς εἰς αὐτὰ χρηστότητος ἀποδεικνύων, ὥσπερ οὖν ἀμέλει καὶ ἡμᾶς τοῖς ἰδίοις αὐτοῦ κατασεμνύνειν ἀγαθοῖς χρῆναι δεῖν ἀφθόνως ἐδοκίμασεν ὡς ὁ Θεὸς, καὶ διὰ τοῦτο θεούς τε καὶ φῶς καὶ τί γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀποκαλεῖ. Εἶτα τί πρὸς τούτῳ φησίν; ὅτι καὶ ἐν τῷ κόσμῳ ἦν. ἐπάγει καὶ τοῦτο χρησίμως ὁ θεολόγος, ἀναγκαιοτάτην ἡμῖν δι' αὐτοῦ τὴν θεωρίαν εἰσφέρων· ἐπειδὴ γὰρ ἔφη Ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, ἦν δὲ οὐ σφόδρα τοῖς ἀκροωμένοις συμφανὲς, πότερόν ποτε τὸν ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον φωτίζει τὸ φῶς, ἢ αὐτὸ τὸ φῶς τὸ ἀληθινὸν, ὡς ἀπό τινος ἑτέρου τόπου μεταχωροῦν εἰς τὸν κόσμον, τὸν εἰς πάντας ἀνθρώπους ποιεῖται φωτισμόν· ἀναγκαίως ἡμῖν ὁ πνευματοφόρος ἐκκαλύπτει τὸ ἀληθὲς, καὶ τῶν οἰκείων ῥημάτων διερμηνεύει τὴν δύναμιν, λέγων εὐθὺς περὶ τοῦ φωτὸς, ὅτι ἐν τῷ κόσμῳ ἦν· ἵνα λοιπὸν τὸ ἐρχόμενον εἰς τὸν κόσμον κατὰ τοῦ ἀνθρώπου νοῇς, καὶ μᾶλλον τῆς φωτιζομένης κατηγορῆται φύσεως, ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι καλουμένης· τόπος γὰρ ὥσπερ τις ἐστὶ τοῖς γενητοῖς ἐπινοίᾳ θεωρούμενος τὸ μὴ εἶναί ποτε, ἀφ' οὗ δὴ τρόπον τινὰ πρὸς τὸ εἶναι βαδίζοντα, τόπον ἕτερον ἤδη

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
