# Commentarii in Joannem 1.123

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.123

οὐδεμία προγενεστέρων ἁμαρτημάτων, ἀλλ' οὐδὲ πρεσβύτερον τῆς γενέσεως ἔγκλημα ζητηθήσεται· πῶς ἄρα προῆν ἡ ψυχὴ, ἢ πῶς ἐξ ἁμαρτίας ἐταπεινώθη κατά τινας, ᾗ καὶ μόνος ὁρίζεται χρόνος ὁ μετὰ σαρκὸς, διὰ τοῦ μόνα ζητεῖσθαι τὰ δι' αὐτῆς; ιϛ. Ἄλλο. Εἰ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἐσωματώθησαν αἱ ψυχαὶ, πῶς ὁ Παῦλος ἡμῖν ἐπιστέλλει "Παρα"στήσατε λέγων τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, "εὐάρεστον τῷ Θεῷ·" εἰ γὰρ ἐν τάξει τιμωρίας δέδοται ταῖς ἀθλίαις ψυχαῖς, πῶς εἰς ὀσμὴν εὐωδίας παραστήσωμεν αὐτὰ τῷ Θεῷ; κατὰ τίνα δὲ τρόπον εὐάρεστον ἔσται τὸ δι' οὗ κατακεκρίμεθα; ἢ ποῖον ὅλως ἀρετῆς ἐπιδέξεται τρόπον τὸ κολάζειν πεφυκὸς, καὶ ῥίζαν ἔχον τὴν ἁμαρτίαν; ιζ. Ἄλλο. Κατὰ πάσης ἐκτεινομένην τῆς ἀνθρώπου φύσεως τὴν φθορὰν, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἐπιδεικνύων ὁ Παῦλός φησιν· "Ἀλλ' ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ "μέχρι Μωυσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ "ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ." πῶς οὖν ἄρα φησὶ καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας βασιλεύειν τὸν θάνατον, εἴπερ ἐκ πρεσβυτέρων ἁμαρτημάτων τὸ ἀποθνῆσκον ἡμῖν δέδοται σῶμα; ποῦ γὰρ ὅλως οἱ μὴ ἁμαρτήσαντες, εἰ δίκη πταισμάτων ἡ σάρκωσις καὶ τὸ ἐν τῷδε τῷ βίῳ γενέσθαι μετὰ σώματος, προανατέλλον ἔχει τὸ ἔγκλημα; ἀμαθὲς οὖν ἄρα τῶν δι' ἐναντίας τὸ πρόβλημα. ιη. Ἄλλο. Προσήγαγόν ποτε τῷ Σωτῆρι πεῦσιν οἱ μαθηταὶ περί τινος τῶν ἐκ γενετῆς τυφλῶν, καὶ δὴ καὶ ἔφασκον "Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς "γεννηθῇ;" ἐπειδὴ γὰρ ἐν προφητικοῖς ἀναγέγραπται λόγοις περὶ Θεοῦ, ὡς ἔστιν "ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ "τέκνα," τοῦτο πεπονθέναι τὸν ἄνθρωπον ὑπενόουν οἱ μα-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
