# Commentarii in Joannem 1.131

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.131

κατηγορεῖ, συγγνώμην ὥσπερ αὐτῷ δικαίαν διὰ τούτου πραγματευόμενος, καὶ τῆς δοθείσης αὐτῷ χάριτος ἀφορμὰς εὐλόγους προδιοικούμενος· ἐπὶ δέ γε τῶν ἐξ Ἰσραὴλ, οἳ καὶ ἐν μέρει τῶν ἰδίως αὐτῷ προσηκόντων ἐτετάχαντο, τό Οὐ παρέλαβον τίθησιν· οὐ γὰρ ἦν ἀληθεύοντα λέγειν Οὐκ ἔγνωσαν, νόμου μὲν ἀρχαιοτέρου κηρύττοντος, προφητῶν δὲ τῶν μετ' ἐκεῖνον παιδαγωγούντων αὐτοὺς ἐπὶ τὴν τῆς ἀληθείας κατάληψιν. δίκαιον οὖν ἄρα καὶ ἐπ' αὐτοῖς τῆς ἀποτομίας τὸ κρῖμα, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν ἐθνῶν ἡ χρηστότης. ὁ μὲν γὰρ κόσμος, ἤτοι τὰ ἔθνη, τὴν πρὸς Θεὸν οἰκείωσιν ἀπολέσαντα διὰ τῆς εἰς φαυλότητα καταδρομῆς, καὶ τὸ εἰδέναι προσεζημιώθη τὸν φωτίζοντα αὐτά· οἱ δὲ διὰ νόμου τὴν γνῶσιν καταπλουτήσαντες, καὶ εἰς τὴν θυμήρη τῷ Θεῷ πολιτείαν ἀνακεκλημένοι, λοιπὸν ἑκόντες ἐσφάλλοντο, τὸν ἤδη γνωσθέντα καὶ ὡς ἐν ἰδίοις ἐπιδημήσαντα τοῦ Θεοῦ Λόγον οὐ παραδεξάμενοι. ἴδιος μὲν γὰρ σύμπας ὁ κόσμος ἐστὶ τῷ Θεῷ, κατά γε τὸν τοῦ πεποιῆσθαι λόγον, καὶ τὸ ἐξ αὐτοῦ καὶ δι' αὐτοῦ παρῆχθαι πρὸς γένεσιν· πρεπωδέστερον δέ πως ὁ Ἰσραὴλ τῷ τῆς ἰδιότητος ἀποκεκλήσεται λόγῳ, καὶ τὴν ἐπὶ τούτῳ δόξαν ἀποκληρώσεται, διά τε τὴν τῶν ἁγίων πατέρων ἐκλογὴν, καὶ διὰ τὸ ἀρχὴ καὶ πρωτότοκος ὠνομάσθαι τῶν τοῦ Θεοῦ τέκνων· "Υἱὸς γὰρ πρωτότοκός μου "Ἰσραὴλ," φησί που πρὸς Μωυσέα Θεὸς, ὃν δὴ καὶ ὡς ἕνα καὶ ἐξαίρετον ἑαυτῷ πάλιν ἀνατιθεὶς, ἴδιον ὠνόμαζε λαόν "Ἐξαπόστειλον τὸν λαόν μου," πρὸς Φαραὼ τὸν Αἰγύπτου τύραννον εἰπών. δεικνύει γεμὴν ἰδίως ἀνήκοντα τῷ Θεῷ τὸν Ἰσραὴλ, καὶ ἐκ Μωυσαϊκῶν βιβλίων λόγος ἀληθής. "Ὅτε γὰρ, φησὶ, διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν "υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
