Ancient Greek · ~5 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.132
Not analysed yet
"Θεοῦ, καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, "σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·" ᾧ καὶ ἐπεφοίτησεν, ὡς ἐν ἰδίῳ κλήρῳ καὶ οἰκείῳ σχοινίσματι, λέγων "Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα "οἴκου Ἰσραήλ." ἐπειδὴ δὲ οὐ παρεδέχθη, τὴν χάριν εἰς τὰ ἔθνη μεθίστησι, καὶ φωτίζεται μὲν ὁ κόσμος διὰ μετανοίας καὶ πίστεως ἀγνοήσας αὐτὸν ἐν ἀρχῇ, παλινδρομεῖ δὲ ὁ Ἰσραὴλ εἰς τὸν ὅθεν ἐκβέβληκε σκότον· διὸ δὴ καὶ ἔφασκεν ὁ Σωτήρ "Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, "ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ "γένωνται." Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ. Κρῖμα δίκαιον ὄντως καὶ θεοπρεπές. ὁ πρωτότοκος Ἰσραὴλ ἐκρίπτεται· οὐ γὰρ ἠθέλησεν ἐν οἰκειότητι διαμεῖναι τῇ πρὸς Θεὸν, οὐδὲ προσήκατο τὸν Υἱὸν, ὡς ἐν ἰδίοις ἐπιδημήσαντα, τὸν τῆς εὐγενείας ἀπεδοκίμασε χορηγὸν, τὸν δοτῆρα τῆς χάριτος ἀπεώσατο, προσεδέξατο δὲ τὰ ἔθνη διὰ τῆς πίστεως. οὐκοῦν ἕξει μὲν εἰκότως ὁ Ἰσραὴλ τὰ τῆς ἀπονοίας ὀψώνια· θρηνήσει τῶν ἀγαθῶν τὴν ζημίαν, πικρὸν ἀπολήψεται τὸν τῆς ἑαυτοῦ δυσβουλίας καρπὸν, τῆς υἱοθεσίας ἀπογυμνούμενος· ἐντρυφήσει δὲ τὰ ἔθνη τοῖς ἐκ πίστεως ἀγαθοῖς, λαμπρὰ τῆς ὑπακοῆς εὑρήσει τὰ γέρα, καὶ πρὸς τὸν ἐκείνου μεταμοσχευθήσεται τόπον· ἐκκοπήσεται μὲν γὰρ ἐκ τῆς κατὰ φύσιν ἀγριελαίου, καλλιελαίῳ δὲ τῇ παρὰ φύσιν ἐγκεντρισθήσεται, καὶ ἀκούσεται μὲν ὁ Ἰσραήλ "Οὐαὶ