# Commentarii in Joannem 1.133

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.133

"ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, "υἱοὶ ἄνομοι· ἐγκατελίπετε τὸν Κύριον καὶ παρωργίσατε τὸν "ἅγιον τοῦ Ἰσραήλ·" ἐρεῖ δέ τις πρὸς τὰ ἔθνη τῶν Χριστοῦ μαθητῶν "Ὑμεῖς δὲ γένος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, "ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ἵνα τὰς ἀρετὰς ἐξαγγεί"λητε τοῦ ἐκ σκότους ὑμᾶς καλοῦντος εἰς τὸ θαυμαστὸν "αὐτοῦ φῶς·" ἐπειδὴ γὰρ παρεδέξαντο διὰ τῆς πίστεως τὸν Υἱὸν, δέχονται τὴν ἐξουσίαν τοῦ ἐν τέκνοις τετάχθαι Θεοῦ· δίδωσι γεμὴν ὁ Υἱὸς τὸ μόνῳ καὶ ἰδίως αὐτῷ καὶ κατὰ φύσιν ὑπάρχον ἐξουσιαστικῶς, εἰς κοινότητα προθεὶς, ὥσπερ εἰκόνα φιλανθρωπίας τῆς ἐνούσης αὐτῷ καὶ τῆς εἰς τὸν κόσμον ἀγάπης τὸ πρᾶγμα ποιούμενος. οὐ γὰρ ἦν ἑτέρως διαφυγεῖν τὴν φθορὰν, τὴν εἰκόνα τοῦ χοϊκοῦ τοὺς φορέσαντας, εἰ μὴ τῆς εἰκόνος τοῦ ἐπουρανίου, διὰ τοῦ κεκλῆσθαι πρὸς υἱοθεσίαν, τὸ κάλλος ἡμῖν ἐνεσημάνθη. μέτοχοι γὰρ αὐτοῦ γεγονότες διὰ τοῦ Πνεύματος, κατεσφραγίσθημεν εἰς ὁμοιότητα τὴν πρὸς αὐτὸν, καὶ εἰς τὸ ἀρχέτυπον τῆς εἰκόνος ἀναβαίνομεν σχῆμα, καθ' ἥνπερ ἡμᾶς καὶ πεποιῆσθαί φησιν ἡ θεία γραφή. μόγις γὰρ οὕτω τὸ ἀρχαῖον τῆς φύσεως ἀνακομισάμενοι κάλλος, καὶ πρὸς τὴν θείαν ἐκείνην ἀναμορφωθέντες φύσιν, κρείττους ἐσόμεθα τῶν ἐκ παραβάσεως ἡμῖν συμβεβηκότων κακῶν. οὐκοῦν ἀναβαίνομεν εἰς τὸ ὑπὲρ φύσιν ἀξίωμα διὰ Χριστὸν, ἀλλ' οὐ κατ' ἐκεῖνον ἀπαραλλάκτως ἐσόμεθα καὶ ἡμεῖς υἱοὶ Θεοῦ, ἀλλ' ὡς πρὸς ἐκεῖνον διὰ τῆς κατὰ μίμησιν χάριτος· ὁ μὲν γάρ ἐστιν Υἱὸς ἐκ Πατρὸς ὑπάρχων ἀληθινὸς, θετοὶ δὲ ἡμεῖς ὡς ἐκ φιλανθρωπίας, ὡς ἐν χάριτος μοίρᾳ λαμβάνοντες τό "Ἐγὼ εἶπα "Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες." ἡ μὲν γὰρ πεποιημένη καὶ δούλη κτίσις καλεῖται πρὸς τὰ ὑπὲρ φύσιν νεύματι γυμνῷ καὶ θελήσει τοῦ Πατρός· ὁ δὲ Υἱὸς καὶ Θεὸς καὶ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
