# Commentarii in Joannem 1.138

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.138

Τριάδος βιβλίῳ, τὸ πολλὰ λέγειν ἔτι διά τοι τοῦτο παρήσομεν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο. Εἰσβέβηκεν ἤδη καθαρῶς διὰ τούτου εἰς τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον. ὅτι γὰρ υἱὸς ἀνθρώπου γέγονέ τε καὶ κεχρημάτικεν ὁ Μονογενὴς, ἐξηγεῖται σαφῶς· σημαίνει γὰρ τοῦτο, καὶ ἕτερον οὐδὲν, τὸ σάρκα γενέσθαι τὸν Λόγον εἰπεῖν· ὅμοιον γὰρ ὡς εἰ καὶ γυμνότερον ἔφασκεν Ὁ Λόγος ἄνθρωπος ἐγένετο. ξένον δὲ πάλιν ἡμῖν ἢ ἀσύνηθες οὐδὲν οὕτω λέγων εἰσφέρει, πολλάκις τῆς θείας γραφῆς καὶ ἀπὸ μόνης τῆς σαρκὸς ὅλον ἀποκαλούσης τὸ ζῷον, κατὰ τὸ ἐν τῷ προφήτῃ κείμενον Ἰωήλ "Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός "μου ἐπὶ πᾶσαν σάρκα·" καὶ οὐ δήπου νομιοῦμεν ἀψύχῳ καὶ μόνῃ τῇ ἀνθρωπείᾳ σαρκὶ τὸ θεῖον χορηγηθήσεσθαι Πνεῦμα τὸν προφήτην εἰπεῖν· ἀμοιρήσει γὰρ οὕτω γελοιότητος οὐδαμῶς τὸ δηλούμενον, ἀλλ' ἐκ μέρους τὸ ὅλον συλλαβὼν, ἀπὸ τῆς σαρκὸς ὀνομάζει τὸν ἄνθρωπον, ἔδει δὲ μᾶλλον οὕτω καὶ οὐχ ἑτέρως· καὶ διὰ ποίαν αἰτίαν, ἀναγκαῖον, ὡς ἔοικεν, εἰπεῖν. ἔστι τοίνυν λογικὸν μὲν, σύνθετον δὲ ὅμως ζῷον ὁ ἄνθρωπος, ἐκ ψυχῆς δηλονότι καὶ τῆς ἐπικήρου ταυτησὶ καὶ γηΐνης σαρκός. ἐπειδὴ δὲ ἐπεποίητο παρὰ Θεοῦ, καὶ παρήχθη πρὸς γένεσιν, οὐκ ἔχων ἐξ οἰκείας φύσεως τό τε ἄφθαρτον καὶ ἀνώλεθρον· μόνῳ γὰρ ταῦτα πρόσεστιν οὐσιωδῶς τῷ Θεῷ· κατεσφραγίζετο τῷ πνεύματι τῆς ζωῆς, σχέσει τῇ πρὸς τὸ θεῖον τὸ ὑπὲρ τὴν φύσιν ἀποκερδαίνων ἀγαθόν "Ἐνεφύσησε γὰρ, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ "πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν·"

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
