Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.139
Not analysed yet
ἐπειδὴ δὲ διὰ τὴν παράβασιν ἐκολάζετο, τό "Γῆ εἶ καὶ εἰς "γῆν ἀπελεύσῃ," τότε δικαίως ἀκούων ἀπεγυμνώθη τῆς χάριτος· ἀπανίστατο δὲ τῆς γηΐνης σαρκὸς ἡ πνοὴ τῆς ζωῆς, τουτέστι, τὸ Πνεῦμα τοῦ λέγοντος Ἐγώ εἰμι ἡ ζωὴ, καὶ πίπτει τὸ ζῷον εἰς θάνατον διὰ μόνης τῆς σαρκὸς, σωζομένης ἐν ἀθανασίᾳ τῆς ψυχῆς, ἐπεὶ καὶ πρὸς μόνην εἴρητο τὴν σάρκα "Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ." ἔδει τοίνυν τὸ μάλιστα κινδυνεῦσαν ἐν ἡμῖν, γοργότερον ἀνασώζεσθαι, καὶ συμπλοκῇ πάλιν τῇ πρὸς ζωὴν τὴν κατὰ φύσιν ἀνακαλεῖσθαι πρὸς ἀφθαρσίαν. ἔδει τὸ πεπονθὸς λύσιν εὑράσθαι τοῦ κακοῦ. ἔδει λοιπὸν ἀτονῆσαι τό "Γῆ εἶ καὶ εἰς γῆν "ἀπελεύσῃ," ἑνωθέντος ἀφράστως τοῦ πεσόντος σώματος τῷ τὰ πάντα ζωογονοῦντι Λόγῳ. Σάρκα γὰρ ἔδει γενομένην αὐτοῦ, τῆς ἀπ' αὐτοῦ μετασχεῖν ἀθανασίας· καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸ μὲν πῦρ ἐντιθέναι δύνασθαι ταῖς ὕλαις τῆς κατὰ φύσιν αὐτῷ προσούσης ἐνεργείας τὴν ἐν αἰσθήσει ποιότητα, καὶ μονονουχὶ μετασκευάζειν εἰς ἑαυτὸ τὰ ἐν οἷς ἂν γένοιτο μεθεκτῶς· τὸν δὲ ὑπὲρ πάντα τοῦ Θεοῦ Λόγον, μὴ πάντως οἴεσθαι τὸ ἴδιον ἀγαθὸν ἐνεργάσασθαι τῇ σαρκὶ, τουτέστι τὴν ζωήν. ταύτης οὖν οἶμαι μάλιστα τῆς αἰτίας ἕνεκα τὸν ἅγιον Εὐαγγελιστὴν, ἀπὸ τοῦ παθόντος μάλιστα τὸ ζῷον σημαίνοντα, σάρκα γενέσθαι τὸν τοῦ Θεοῦ Λόγον εἰπεῖν· ἵνα θεωρῇ τις ὁμοῦ τὸ τραῦμα καὶ τὸ φάρμακον, τὸ νοσοῦν καὶ τὸν ἰατρὸν, τὸ κεκλιμένον εἰς θάνατον καὶ τὸν ἐγείραντα πρὸς ζωὴν, τὸ φθορᾷ νενικημένον καὶ τὸν ἐλαύνοντα τὴν φθορὰν, τὸ θανάτῳ κρατηθὲν καὶ τοῦ θανάτου τὸν κρείττονα, τὸ ζωῆς ἐστερη-