# Commentarii in Joannem 1.140

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.140

μένον καὶ τὸν χορηγὸν τῆς ζωῆς. οὐκ εἰς σάρκα δὲ τὸν Λόγον ἐλθεῖν, ἀλλὰ σάρκα γενέσθαι φησὶν, ἵνα μὴ καθάπερ ἐν προφήταις τυχὸν, ἢ καὶ ἑτέροις τῶν ἁγίων τισὶν ἐπιφοιτῆσαι σχετικῶς ὑπολάβοις αὐτὸν, ἀλλ' αὐτὸ κατὰ ἀλήθειαν γενέσθαι σάρκα, τουτέστιν ἄνθρωπον· τοῦτο γὰρ ἀρτίως ἐλέγομεν. διὰ τοῦτο καὶ Θεός ἐστι κατὰ φύσιν ἐν σαρκὶ, καὶ μετὰ σαρκὸς, ὡς ἰδίαν ἔχων αὐτὴν, καὶ ὡς ἕτερόν τι παρ' αὐτὴν νοούμενος, καὶ ἐν αὐτῇ καὶ σὺν αὐτῇ προσκυνούμενος, κατὰ τὸ ἐν τῷ προφήτῃ γεγραμμένον Ἡσαΐᾳ "Ἄνδρες "ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι καὶ "ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προς"κυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός "ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ." ἰδοὺ καὶ ἐν αὐτῷ Θεὸν εἶναί φασι, μὴ ἀποδιελόντες τοῦ Λόγου τὴν σάρκα· καὶ πάλιν οὐκ εἶναι ἕτερον Θεὸν πλὴν αὐτοῦ διισχυρίσαντο, ἑνοῦντες τῷ Λόγῳ τὸ φορούμενον, ὡς ἴδιον αὐτοῦ, τουτέστι τὸν ἐκ παρθένου ναόν· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. Καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ἐπεξεργάζεται χρησίμως τὸ εἰρημένον ὁ Εὐαγγελιστὴς, καὶ εἰς ἐμφανεστέραν ἄγει διάνοιαν τὴν τοῦ θεωρήματος δύναμιν· ἐπειδὴ γὰρ ἔφη σάρκα γεγενῆσθαι τὸν τοῦ Θεοῦ Λόγον, ἵνα μήτις ἐκ πολλῆς ἀμαθίας τῆς μὲν ἰδίας αὐτὸν ὑπολάβοι φύσεως ἐκδραμεῖν, μεταπεποιῆσθαι δὲ ὄντως εἰς σάρκα, καὶ παθεῖν, ὅπερ ἦν ἀδύνατον· ἀλλοιώσεως γὰρ ἁπάσης καὶ μεταβολῆς τῆς ἐφ' ἕτερόν τι, κατὰ τὸν τοῦ πῶς εἶναι λόγον, τὸ θεῖον ἀπῴκισται· καλῶς γε σφόδρα ποιῶν ὁ θεολόγος ἐπήνεγκεν εὐθὺς, ὅτι Καὶ ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα δύο νοήσας τὰ σημαινόμενα, τόν τε σκηνοῦντα καὶ τὸ ἐν ᾧ ἡ σκήνωσις, μὴ εἰς σάρκα παρατετράφθαι νομίσῃς αὐτὸν,

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
