# Commentarii in Joannem 1.141

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.141

σκηνῶσαι δὲ μᾶλλον ἐν σαρκὶ, ὡς ἰδίῳ προσχρησάμενον σώματι, τῷ ἐκ τῆς ἁγίας παρθένου ναῷ. "Ἐν αὐτῷ γὰρ "κατῴκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς," ὡς ὁ Παῦλός φησιν· ἐσκηνωκέναι γεμὴν τὸν Λόγον ἐν ἡμῖν χρησίμως διισχυρίζεται, βαθὺ καὶ τοῦτο λίαν ἡμῖν ἐκκαλύπτων τὸ μυστήριον· πάντες γὰρ ἦμεν ἐν Χριστῷ, καὶ τὸ κοινὸν τῆς ἀνθρωπότητος εἰς τὸ αὐτοῦ ἀναβαίνει πρόσωπον, ἐπεὶ καὶ ἔσχατος Ἀδὰμ διὰ τοῦτο κατωνόμασται, τῇ κοινότητι τῆς φύσεως πάντα πλουτῶν τὰ εἰς εὐθυμίαν καὶ δόξαν, ὥσπερ οὖν καὶ ὁ πρῶτος Ἀδὰμ τὰ εἰς φθορὰν καὶ κατήφειαν. ἐν πᾶσι τοιγαροῦν ὁ Λόγος ἐσκήνωσε δι' ἑνὸς, ἵνα τοῦ ἑνὸς "ὁρισθέντος υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα "ἁγιωσύνης," εἰς ὅλην ἔρχηται τὴν ἀνθρωπότητα τὸ ἀξίωμα, οὕτω τε φθάσῃ καὶ ἐφ' ἡμᾶς δι' ἕνα τῶν ἐξ ἡμῶν τό "Ἐγὼ "εἶπα Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες." οὐκοῦν ἐν Χριστῷ μὲν ἀληθινῶς ἐλευθεροῦται τὸ δοῦλον, ἀναβαῖνον εἰς ἑνότητα τὴν μυστικὴν τῷ φορέσαντι τὴν τοῦ δούλου μορφὴν, ἐν ἡμῖν δὲ κατὰ μίμησιν τὴν πρὸς τὸν ἕνα διὰ τὴν κατὰ σάρκα συγγένειαν. ἐπεὶ διὰ ποίαν αἰτίαν "οὐκ ἀγγέλων "ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἁβραὰμ, ὅθεν ὤφειλε "κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι," καὶ γενέσθαι κατὰ ἀλήθειαν ἄνθρωπος; ἆρ' οὐχὶ πᾶσίν ἐστι καταφανὲς, ὅτι καταβέβηκεν εἰς τὸ δοῦλον, αὐτὸς οὐχ ἑαυτῷ τοῦτό τι διὰ τούτου προξενῶν, ἀλλ' ἡμῖν ἑαυτὸν χαριζόμενος "ἵνα ἡμεῖς "τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν," ἀνατρέχοντες διὰ τῆς πρὸς αὐτὸν ὁμοιότητος εἰς τὸ ἴδιον αὐτοῦ καὶ ἐξαίρετον ἀγαθὸν, θεοί τε καὶ Θεοῦ τέκνα διὰ τῆς πίστεως ἀναφαινώμεθα; ἐσκήνωσε γὰρ ἐν ἡμῖν ὁ κατὰ φύσιν Υἱὸς καὶ Θεός·

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
