Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.142
Not analysed yet
διὸ καὶ ἐν τῷ Πνεύματι αὐτοῦ "κράζομεν Ἀββᾶ ὁ πατήρ·" σκηνοῖ δὲ ὁ Λόγος ὡς ἐν πᾶσιν, ἐν ἑνὶ τῷ δι' ἡμᾶς καὶ ἐξ ἡμῶν ληφθέντι ναῷ, ἵνα πάντας ἔχων ἐν ἑαυτῷ, "ἀποκαταλ"λάξῃ πάντας ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα," καθάπερ ὁ Παῦλός φησι. Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. Σάρκα γεγενῆσθαι τὸν Λόγον εἰπὼν, τουτέστιν ἄνθρωπον, καὶ, εἰς ἀδελφότητα καταγαγὼν τὴν πρὸς τὰ δοῦλα καὶ ποιήματα, φυλάττει καὶ οὕτως ἀκέραιον αὐτῷ τὸ θεοπρεπὲς ἀξίωμα, καὶ τῆς ἐνούσης αὐτῷ πατρικῆς ἰδιότητος ἀναπλέω πάλιν ὄντα δεικνύει. πέπηγε γὰρ ὄντως ἡ θεία φύσις ἐφ' ἑαυτῇ, τὴν ἐφ' ἕτερόν τι παρατροπὴν οὐκ ἀνεχομένη παθεῖν, ἔχουσα δὲ μᾶλλον ὡσαύτως ἀεὶ, καὶ ἐν τοῖς ἰδίοις ἑστῶσα πλεονεκτήμασιν. οὐκοῦν εἰ καὶ σάρκα φησὶ γεγενῆσθαι τὸν Λόγον ὁ Εὐαγγελιστὴς, ἀλλ' οὐ ταῖς τῆς σαρκὸς ἀσθενείαις αὐτὸν νενικῆσθαι διισχυρίζεται, οὐδὲ τῆς ἀρχαιοτάτης ἰσχύος τε καὶ δόξης ἀποπεσεῖν, ἐπειδήπερ τὸ ἀσθενὲς ἡμῶν καὶ ἀδοξότατον περιεβάλετο σῶμα. εἴδομεν γὰρ αὐτοῦ τὴν δόξαν, φησὶ, παρὰ τὴν τῶν ἄλλων ἐξαίρετον, καὶ ὁποίαν ἄν τις ὁμολογήσοι πρέπειν τῷ ἐκ Θεοῦ Πατρὸς Υἱῷ Μονογενεῖ. πλήρης γὰρ ἦν χάριτός τε καὶ ἀληθείας. ἀφορῶν μὲν γάρ τις εἰς τὸν τῶν ἁγίων χορὸν, καὶ τὰ δι' ἑκάστου γεγενημένα παραδόξως ἀναμετρούμενος, θαυμάσει μὲν κατὰ τὸ εἰκὸς, καὶ τοῖς ἑκάστῳ προσοῦσιν ἀγαθοῖς ἐφησθήσεται, δόξης τε αὐτοὺς ἀναπεπλῆσθαι πάντως ἐρεῖ τῆς παρὰ Θεοῦ· τὴν δέ γε τοῦ Μονογενοῦς