# Commentarii in Joannem 1.143

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.143

δόξαν τε χάριν, οὐ ταῖς τῶν ἄλλων ἁμιλλωμένην τεθεᾶσθαί φασιν οἱ θεόλογοι καὶ μάρτυρες, ἀλλὰ πολὺ λίαν ὑπερτενῆ, καὶ ἀσυγκρίτοις ὑπεροχαῖς ἀναβαίνουσαν, οὐ μεμετρημένην ἔχουσαν, ὡς ἑτέρου διδόντος, τὴν χάριν, ἀλλ' ὡς ἐν τελείῳ τελείαν καὶ ἀληθῆ, τουτέστιν, οὐκ ἐπείσακτον, οὐδὲ ἔξωθεν ὡς ἐν προσθήκης μέρει προσπεπορισμένην, ἀλλ' οὐσιωδῶς ἐνυπάρχουσαν, καὶ πατρῴου καρπὸν ἰδιώματος φυσικῶς ἐπὶ τὸν ἐξ αὐτοῦ διήκοντος Υἱόν. Εἰ δέ τῳ δοκεῖ πλατυτέροις θεωρήμασι βασανίζειν τὸ εἰρημένον, ἀποσκοπείτω καθ' ἑαυτὸν καὶ τὰ δι' ἑκάστου τῶν ἁγίων παραδόξως γεγενημένα καὶ τὰ διὰ τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ τοσαύτην οὖσαν εὑρήσει τὴν διαφορὰν, ὅσην ἤδη προλαβόντες εἰρήκαμεν· πρὸς δέ γε τούτῳ κἀκεῖνο· οἱ μὲν γὰρ ὡς οἰκέται γνήσιοι περὶ τὸν οἶκόν εἰσιν, ὁ δὲ "ὡς "υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ·" καὶ περὶ μὲν τοῦ Μονογενοῦς ἡ θεία λέγει γραφή "Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι "Κυρίου·" περὶ δὲ τῶν ἁγίων ὁ Θεὸς καὶ Πατήρ "Καὶ "ἀπέστειλα πρὸς ὑμᾶς πάντας τοὺς δούλους μου τοὺς προ"φήτας." καὶ οἱ μὲν τὴν ἄνωθεν ἐδανείζοντο δύναμιν, ὁ δὲ ὡς τῶν δυνάμεων Κύριος "Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός "μου, φησὶ, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ "πιστεύητε, τοῖς ἔργοις μου πιστεύετε." οὐκοῦν εἰ τοσοῦτος εἰς δύναμιν ὁ Μονογενὴς, ὅσοσπερ ἂν εἴη καὶ ὁ Πατὴρ, δι' αὐτῶν ὁρᾶται τῶν ἔργων, ἰσοστάθμοις ἀναλόγως μεγαλυνθήσεται δόξαις, ἅτε δὴ καὶ τῶν ἴσων ἐργάτης· ὑπερέξει δὲ πάντως τοσοῦτον, καὶ ἐν σαρκὶ γεγονὼς, τοὺς εἰς ἀδελφότητα κεκλημένους, ὅσον ἀνθρώπους ὁ κατὰ φύσιν Θεὸς, καὶ υἱοὺς τοὺς κατὰ θέσιν ὁ κατὰ ἀλήθειαν ἐξάλλεται. ἐπειδὴ δὲ γέγραπται παρὰ τῷ μακαρίῳ Λουκᾷ "Ἰησοῦς δὲ προέκοπτεν "ἐν σοφίᾳ καὶ χάριτι·" σημειωτέον ἐν τούτοις, ὅτι πλήρη

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
