# Commentarii in Joannem 1.156

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.156

σαβαώθ· οὐ γὰρ αὐτὸ κατ' οὐσίαν τοῦθ' ὅπερ ἐστὶν ἡ τοῦ Θεοῦ φύσις τεθεᾶσθαι διισχυρίζονται, ἀλλὰ καὶ αὐτοὶ διαῤῥήδην ἀναβοῶσι λέγοντες "Αὕτη ἡ ὅρασις ὁμοιώματος δόξης "Κυρίου." οὐκοῦν ἀπὸ τῶν καθ' ἡμᾶς πραγμάτων αἰνιγματωδῶς τὸ τῆς θείας δόξης ἀνεπλάττετο σχῆμα, καὶ μᾶλλον ὁμοίωσις ἦν, ὡς ἐν πίνακι φέρουσα τὰ θεοπρεπῆ, τῆς ἐπὶ τούτοις ἀληθείας εἰς τὴν ὑπὲρ νοῦν καὶ λόγον ἀναβαινούσης ὑπεροχήν. ἄριστα δὴ οὖν ὁ σοφώτατος Εὐαγγελιστής "Καὶ "ἐθεασάμεθα λέγων τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς "παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας," ἀπὸ τῆς κατὰ πάντων ὑπεροχῆς εἰσφέρει τοῦ λόγου τὴν ἀπόδειξιν. ὅνπερ γὰρ τρόπον "ἀπὸ καλλονῆς κτισμάτων ἀναλόγως" ἡ τοῦ πάντων γενεσιουργοῦ θεωρεῖται δύναμις· καὶ "διη"γοῦνται μὲν ἀφώνως οἱ οὐρανοὶ δόξαν Θεοῦ, ποίησιν δὲ "χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·" οὕτω πάλιν ἀμείνων ἐν δόξῃ καὶ λαμπρότερος ὁ Μονογενὴς ἀναδειχθήσεται, τὴν μὲν, ὅσον ἧκεν εἰς ὀφθαλμοῦ δύναμιν, κατάληψιν ἀναβαίνων, ὡς Θεὸς, ἀφ' ὧν δὲ τὴν κτίσιν νικᾷ, διὰ τούτων ὡς ὑπάρχων ὑπὲρ αὐτὴν, νοούμενός τε καὶ δοξαζόμενος. ταύτην μὲν οὖν οἶμαι, καὶ οὐχ ἑτέραν τὴν θεωρίαν ὠδίνειν τοῦ προκειμένου τὴν δύναμιν· ἐπιτηρητέον δὲ πάλιν, ὅτι καὶ Μονογενὴ Θεὸν ἀποκαλεῖ τὸν Υἱὸν, καὶ ἐν κόλποις εἶναί φησι τοῦ Πατρὸς, ἵνα φαίνηται πάλιν τῆς πρὸς τὴν κτίσιν ὁμοφυΐας ἔξω κείμενος, καὶ ἰδιάζουσαν ἔχων ἐκ Πατρὸς καὶ ἐν Πατρὶ τὴν ὕπαρξιν. εἰ γὰρ ὄντως Θεός ἐστι Μονογενὴς, πῶς οὐκ ἔστι κατὰ φύσιν ἕτερος, ὡς πρὸς ἐκείνους, οἵπερ εἰσὶ κατὰ θέσιν θεοὶ καὶ υἱοί; νοηθήσεται γὰρ οὐκ ἐν πολλοῖς ἀδελφοῖς ὁ Μονογενὴς, ἀλλ' ὡς μόνος ὢν ἐκ Πατρός. ἐπειδὴ δὲ κατὰ τὴν τοῦ Παύλου φωνὴν πολλῶν ὄντων, ἢ καὶ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
