# Commentarii in Joannem 1.162

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.162

δηλονότι καὶ Ἰωάννου καὶ Ἡλίου, πλείους ἀφίξεσθαι προσδοκῶσιν Ἰουδαῖοι, ἵνα καὶ δικαίως ἀκούσωσι "Πλανᾶσθε μὴ "εἰδότες τὰς γραφάς." διερωτήσαντες γὰρ τὸν μακάριον βαπτιστὴν, καὶ μαθόντες ὅτι περ αὐτὸς οὐκ εἴη ὁ Χριστὸς, ἀποκρίνονται Τί οὖν; Ἡλίας εἶ; καὶ λέγοντος Οὐκ εἰμὶ, δέον αὐτοὺς περὶ τοῦ προδρόμου λοιπὸν ἀναπυνθάνεσθαι· τοῦτο γὰρ ἦν ἔτι τὸ λεῖπον· ἀπαιδεύτως ἐπ' αὐτὸν ἀνατρέχουσι τὸν Χριστὸν, τὸν ὡς προφήτην διὰ τοῦ νόμου καταδηλούμενον. ὅρα γὰρ τί φασιν οὐκ εἰδότες τὰ διὰ Μωυσέως Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη Οὔ· οὐ γὰρ ἦν αὐτὸς ὁ Χριστὸς, καθὰ καὶ φθάσας ἤδη διισχυρίσατο. Τί σὺ λέγεις περὶ σεαυτοῦ; ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ὡς οὐδὲν εἰδότας ἐλέγχει γοργῶς, καὶ προφητικῇ πιστοῦται μαρτυρίᾳ τὴν ἐγχειρισθεῖσαν ὑπόθεσιν, ἤτοι διάνοιαν αὐτῷ· ἥκω γὰρ, φησὶν, οὐδὲν ἕτερον ἐρῶν, ἢ ὅτι λοιπὸν ἐπὶ θύραις ὁ προσδοκώμενος, μᾶλλον δὲ εἴσω θυρῶν ὁ Δεσπότης. ἑτοιμάσθητε πρὸς ἥνπερ ἂν ἐπιτάττοι βαδίζειν ὁδὸν, ἐβαδίσατε τὴν διὰ Μωυσέως, ἀναλάβετε τὴν διὰ Χριστοῦ· ταύτην ὑμῖν ὁ τῶν ἁγίων προφητῶν προεκήρυττε χορός. Παράθεσις ῥήτων περὶ ὁδοῦ τῆς κατὰ Χριστόν. Ἡσαΐας. "Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου "καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν "ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ." Ὁ αὐτός. "Ἔσται ἐκεῖ ὅλως καθαρὰ ὁδὸς, καὶ ὁδὸς ἁγία

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
