# Commentarii in Joannem 1.18

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.18

Ἑτέρως, εἰς τὸ αὐτὸ θεωρητέον Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ἀρχὴν ὅλως τὴν ἐν χρόνῳ νοουμένην οὐκ ἔστι λαβεῖν ἐπὶ τοῦ Μονογενοῦς, ἐπείπερ ἐστὶ πρὸ χρόνου παντὸς, καὶ προαιώνιον ἔχει τὴν ὕπαρξιν, ἔτι τε πρὸς τουτοισὶ τὸ καταλήγειν εἰς τέλος ἡ θεία παραιτεῖται φύσις· ἕξει γὰρ ὡσαύτως ἀεὶ, κατὰ τὸ ἐν ψαλμοῖς μελῳδούμενον "Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ "ἔτη σου οὐκ ἐκλείψουσιν·" ἀπὸ ποίας οὖν ἡμῖν ἀρχῆς τῆς ἐν χρόνῳ καὶ ποσῷ μετρουμένης ὁ Υἱὸς ἐκβήσεται, τρέχειν εἰς τέλος οὐκ ἀνεχόμενος, ἅτε δὴ καὶ κατὰ φύσιν ὑπάρχων Θεὸς, καὶ διὰ τοῦτο βοῶν "Ἐγώ εἰμι ἡ ζωή;" ἀρχὴ γὰρ αὐτὴ καθ' ἑαυτὴν οὐκ ἂν ὅλως ὑπάρχειν νοοῖτό ποτε μὴ πρὸς τὸ οἰκεῖον βλέπουσα τέλος, ἐπείπερ ὡς πρὸς τέλος μὲν ἀρχὴ, τέλος δ' αὖ πάλιν ὡς πρὸς ἀρχὴν ὀνομάζεται· ἀρχὴν δὲ πάλιν ἐν τούτοις, τὴν κατὰ χρόνον ἤτοι ποσότητα σημαίνομεν. οὐκοῦν ἐπειδήπερ καὶ αὐτῶν ἐστι τῶν αἰώνων πρεσβύτερος ὁ Υἱὸς, τὸ μὲν ἐν χρόνῳ γεγενῆσθαι διαφεύξεται· ἦν δὲ καὶ διὰ παντὸς ὡς ἐν πηγῇ τῷ Πατρὶ κατὰ τὸ παρ' αὐτοῦ λελεγμένον "Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω." πηγῆς τοιγαροῦν νοουμένου τοῦ Πατρὸς, ἦν ὁ Λόγος ἐν αὐτῷ σοφία καὶ δύναμις καὶ χαρακτὴρ καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ. καὶ εἰ χρόνος ἦν οὐδεὶς, ὅτε Λόγου χωρὶς καὶ σοφίας καὶ χαρακτῆρος καὶ ἀπαυγάσματος ἦν ὁ Πατὴρ, ἀνάγκη συνομολογεῖν ἀΐδιον ὑπάρχειν τὸν Υἱὸν, ὃς ταῦτά ἐστι τῷ ἀϊδίῳ Πατρί. πῶς γὰρ ὅλως ἐστὶ χαρακτὴρ, πῶς δὲ εἰκὼν ἀκριβὴς, εἰ μὴ πρὸς ἐκεῖνο μεμορφωμένος ὁρᾶται τὸ κάλλος, οὗ καί ἐστιν εἰκών; Ἀδικήσει δὲ ὅλως οὐδὲν τὸ ὡς ἐν πηγῇ τῷ Πατρὶ τὸν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
