# Commentarii in Joannem 1.184

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.184

γε τῆς ἐπ' ἄμφω κύριος ὢν, πικρῷ συνηρπάσθη δόλῳ, καὶ ἀποκλίνας εἰς παρακοὴν, πίπτει μὲν εἰς τὴν ὅθεν ἐξέφυ μητέρα τὴν γῆν, φθορᾷ δὲ ἤδη καὶ θανάτῳ κρατούμενος, ὅλῳ παραπέμπει τῷ γένει τὴν ζημίαν· αὐξανομένου δὲ ἐν ἡμῖν καὶ πληθύνοντος τοῦ κακοῦ, καὶ πρὸς τὸ χεῖρον ἀεὶ καταβαινούσης τῆς ἐν ἡμῖν διανοίας, βεβασίλευκεν ἡ ἁμαρτία, γυμνή τε οὕτω λοιπὸν τοῦ ἐνοικισθέντος Ἁγίου Πνεύματος ἡ ἀνθρώπου φύσις ἀνεδείκνυτο. "Ἅγιον γὰρ πνεῦμα "σοφίας φεύξεται δόλον, καθὰ γέγραπται, καὶ οὐ κατοικήσει "ἐν σώματι κατάχρεῳ ἁμαρτίας." ἐπεὶ τοίνυν ὁ πρῶτος Ἀδὰμ τὴν παρὰ Θεοῦ δοθεῖσαν οὐ διέσωσε χάριν, ἐπενόησεν ἡμῖν ἐξ οὐρανοῦ τὸν δεύτερον Ἀδὰμ ὁ Θεὸς καὶ Πατήρ. πέμπει γὰρ εἰς ὁμοίωσιν τὴν πρὸς ἡμᾶς ἄτρεπτόν τε καὶ ἀναλλοίωτον ὄντα τῇ φύσει τὸν ἴδιον Υἱὸν, καὶ τὸ ἁμαρτάνειν οὐκ εἰδότα παντελῶς, ἵνα καθάπερ διὰ τῆς τοῦ πρώτου παρακοῆς ὑπὸ θείαν γεγόναμεν ὀργὴν, οὕτω διὰ τῆς ὑπακοῆς τοῦ δευτέρου, καὶ τὴν ἀρὰν διαφύγωμεν καὶ τὰ ἐξ αὐτῆς ἀργήσῃ κακά. ἐπειδὴ δὲ ἄνθρωπος γέγονεν ὁ τοῦ Θεοῦ Λόγος, δέχεται τὸ Πνεῦμα παρὰ τοῦ Πατρὸς, ὡς εἷς ἐξ ἡμῶν, οὐχ ἑαυτῷ τι λαμβάνων ἰδικῶς· αὐτὸς γὰρ ἦν ὁ τοῦ Πνεύματος χορηγός· ἀλλ' ἵνα τῇ φύσει διασώσῃ λαβὼν, ὡς ἄνθρωπος, καὶ ῥιζώσῃ πάλιν ἐν ἡμῖν τὴν ἀποφοιτήσασαν χάριν ὁ μὴ εἰδὼς ἁμαρτίαν. διὰ ταύτην γὰρ οἶμαι τὴν αἰτίαν προστεθεικέναι χρησίμως τὸν ἅγιον βαπτιστὴν, ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ἐξ οὐρανοῦ καὶ μένον ἐπ' αὐτόν. ἀπέπτη μὲν γὰρ ἐξ ἡμῶν διὰ τὴν ἁμαρτίαν, γέγονε δὲ ὡς εἷς ἐξ ἡμῶν, ὁ μὴ εἰδὼς ἁμαρτίαν, ἵνα προσεθισθῇ τὸ Πνεῦμα μένειν ἐν ἡμῖν, ἀφορμὴν οὐκ ἔχον ἀναχωρήσεως ἢ ὑποστολῆς ἐν αὐτῷ. Οὐκοῦν ἡμῖν δι' ἑαυτοῦ λαμβάνει τὸ Πνεῦμα, καὶ ἀνανεοῖ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
