Ancient Greek · ~7 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.19
Not analysed yet
Υἱὸν ὑπάρχειν ἐννοεῖν· μόνον γὰρ τό Ἐξ οὗ τὸ τῆς πηγῆς ἐν τούτοις ὄνομα σημαίνει. ἔστι δὲ ὁ Υἱὸς ἐν Πατρὶ καὶ ἐκ Πατρὸς, οὐκ ἔξωθεν ἢ ἐν χρόνῳ γεγονὼς, ἀλλ' ἐν τῇ τοῦ Πατρὸς ὑπάρχων οὐσίᾳ, καὶ ἐξ αὐτῆς ἀναλάμψας, ὥσπερ ἐξ ἡλίου τυχὸν τὸ ἀπαύγασμα αὐτοῦ, ἢ καθάπερ ἐκ πυρὸς ἡ ἔμφυτος αὐτοῦ θερμότης· ἐν γὰρ τοῖς τοιούτοις παραδείγμασιν, ἓν μὲν ἐξ ἑνὸς γεννώμενον ἔνεστιν ἰδεῖν, ἀεὶ δ' οὖν ὅμως συνυπάρχον καὶ ἀχωρίστως προσὸν, ὡς δίχα τοῦ ἑτέρου μὴ εἶναι δύνασθαι καθ' ἑαυτὸ τὸ ἕτερον, καὶ διασώζειν ἀληθῆ τὸν τῆς οἰκείας φύσεως λόγον. πῶς γὰρ ὅλως ἥλιος οὐκ ἔχων ἀπαύγασμα, ἢ πῶς ἀπαύγασμα μὴ ἐντὸς ὂν ἡλίου τοῦ ἀπαυγάζοντος αὐτό; πῶς δὲ καὶ πῦρ, εἰ τὸ θερμαίνειν οὐκ ἔχει; πόθεν δὲ τὸ θερμὸν, εἰ μὴ ἐκ πυρὸς, ἢ παρά τινος ἑτέρου τυχὸν τῆς τοῦ πυρὸς οὐσιώδους ποιότητος οὐ μακράν που κειμένου; ὥσπερ οὖν ἐν τούτοις τὸ ἐνυπάρχειν τὰ ἐξ αὐτῶν οὐκ ἀναιρεῖ τὴν συνύπαρξιν, ἀεὶ δὲ συντρέχοντα τοῖς γεννῶσι δεικνύει τὰ γεννώμενα, καὶ μίαν ὡς πρὸς αὐτὰ τὴν φύσιν κληρωσάμενα· οὕτω καὶ ἐφ' Υἱοῦ. κἂν γὰρ ἐν Πατρὶ καὶ ἐκ Πατρὸς νοῆται καὶ λέγηται, οὐκ ἔκφυλος ἡμῖν καὶ ξένος ἢ ὡς μετ' αὐτὸν δεύτερος, εἰσβήσεται, ἀλλ' ὢν ἐν αὐτῷ, καὶ συνυπάρχων ἀεὶ, καὶ ἐξ αὐτοῦ πεφηνὼς, κατὰ τὸν ἄῤῥητον τῆς θείας γεννήσεως τρόπον. ὅτι δὲ καὶ ὡς ἀρχὴ τοῦ Υἱοῦ, κατὰ μόνον τό Ἐξ οὗ, λέγεται καὶ παρὰ τοῖς ἁγίοις ὁ Θεὸς καὶ Πατὴρ, ἄκουε τοῦ ψαλμῳδοῦ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν διὰ τοῦ Ἁγίου Πνεύματος προκηρύττοντος καὶ ὡς πρὸς αὐτὸν λέγοντος τὸν Υἱόν "Μετὰ "σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι