# Commentarii in Joannem 1.196

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.196

πρὸς ὅσην εὐλάβειαν ὁ μαθητὴς ἀναβήσεται, καὶ ποίας ἔσται κάτοχος ἀρετῆς, καὶ εἰς ποῖον καταλήξει τέλος. ἀγνοεῖ γὰρ οὐδὲν "ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν." ᾧ δὴ καὶ μάλιστα παιδεύει τὸν κεκλημένον, ὅτι Θεὸς ὑπάρχων ἀληθινὸς ἀδίδακτον ἔχει τὴν γνῶσιν. λόγου γὰρ ὅλως δεηθεὶς οὐδενὸς, ἀλλ' οὐδὲ ἐπιζητήσας μαθεῖν τίς ἢ πόθεν ἥκοι πρὸς αὐτὸν ὁ ἀνὴρ, ποίου μὲν ἐξέφυ πατρὸς, τίς δὲ καὶ αὐτὸς ὀνομάζοιτο λέγει. καὶ Σίμωνα μὲν οὐκέτι καλεῖσθαι συγχωρεῖ, κατεξουσιάζων ἤδη καὶ κατακρατῶν, ὡς γεγονότος οἰκείου· φερωνύμως δὲ ἀπὸ τῆς πέτρας μετονομάζει Πέτρον· ἐπ' αὐτῷ γὰρ ἔμελλε τὴν αὐτοῦ θεμελιοῦν Ἐκκλησίαν. Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς Ἀκολούθει μοι. Ἰσογνωμῶν τοῖς προλαβοῦσιν ὁ Φίλιππος, καὶ λίαν ἔχων ἐπιτηδείως εἰς ἀκολούθησιν τοῦ Χριστοῦ. ᾔδει γὰρ καὶ αὐτὸν ἐσόμενον ἀγαθόν· διά τοι τοῦτο καί φησιν Ἀκολούθει μοι, γνώρισμα τῆς ἐπ' αὐτῷ χάριτος τὸ ῥῆμα τιθεὶς, καὶ δι' ὧν ἕπεσθαι προστάττει πολιτείαν αὐτῷ τὴν ἀρίστην ἐπιμαρτυρῶν· οὐ γὰρ ἂν ἐπελέξατο μὴ οὐχὶ πάντως ὄντα χρηστόν. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ Ὃν ἔγραψε Μωυσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Ὀξὺς δὴ λίαν ὁ μαθητὴς εἰς καρποφορίαν, ἵνα φαίνηται διὰ τούτου τοῖς προλαβοῦσι κατὰ τὴν ἕξιν συγγενής· εὑρίσκει

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
