# Commentarii in Joannem 1.20

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.20

"τῶν ἁγίων σου·" ἡμέρα γὰρ δυνάμεως τοῦ Υἱοῦ, καθ' ἣν ὅλην κρίνει τὴν οἰκουμένην, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· ἥξει δὲ πάντως καὶ τότε αὐτός τε ὢν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως οἱονεί πως ἀρχὴν κατὰ μόνον τό Ἐξ οὗ, διὰ τὸ ὑπάρχειν ἐκ Πατρός. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Εἰς πολλὰς ἡμῖν καὶ διαφόρους ἐννοίας ὁ περὶ τῆς ἐνθάδε σημαινομένης ἀρχῆς καταποικίλλεται λόγος, πανταχόθεν θηρᾶσθαι σπουδάζων τὰ εἰς ὠφέλειαν συντείνοντα, καὶ κατάληψιν ἀληθῆ τῶν θείων δογμάτων καὶ τὴν ἐν τοῖς μυστηρίοις ἀκρίβειαν κυνὸς δίκην ἰχνηλατῶν· "Ἐρευνᾶτε γάρ που τὰς "ἁγίας γραφὰς, φησὶν ὁ Σωτὴρ, ὅτι ἐν αὐταῖς ὑμεῖς δοκεῖτε "ζωὴν αἰώνιον ἔχειν· καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ "ἐμοῦ." ἔοικε τοίνυν ὁ μακάριος Εὐαγγελιστὴς ἀρχὴν ἐνθάδε, τουτέστι τὴν κατὰ πάντων ἐξουσίαν, τὸν Πατέρα σημαίνειν, ἵνα δὴ καὶ ἐπάνω πάντων ἡ θεία φαίνηται φύσις, πᾶν ὅπερ ἐστὶ γενητὸν ὑπὸ πόδας ἔχουσα, μονονουχὶ καὶ ἐποχουμένη τοῖς δι' αὐτῆς εἰς τὸ εἶναι κεκλημένοις. Ἐν ταύτῃ τοιγαροῦν τῇ ἀρχῇ τῇ κατὰ πάντων καὶ ἐπὶ πάντας, ἦν ὁ Λόγος, οὐ μετὰ πάντων ὑπὸ πόδας αὐτῆς, ἀλλ' ἔξω πάντων ἐν αὐτῇ φυσικῶς, ὡς καρπὸς συναΐδιος, τόπον ὥσπερ ἔχων τὸν ἁπάντων ἀρχαιότατον τὴν τοῦ γεννήσαντος φύσιν. διὸ δὴ καὶ ἐλεύθερος ἐλευθέρου Πατρὸς πεφυκὼς τὴν κατὰ πάντων ἀρχὴν σὺν αὐτῷ κεκτήσεται. τίς οὖν ἄρα καὶ νῦν ὁ τῆς ἐν τούτῳ κατασκευῆς γενήσεται λόγος ἀκόλουθον συνιδεῖν. ῥιψοκινδύνως τινὲς, καθάπερ ἔφημεν ἐν τοῖς ἀνω-

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
