# Commentarii in Joannem 1.201

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.201

γήσων μᾶλλον ἤπερ συνεστιασόμενος, ἔτι τε πρὸς τούτῳ καὶ αὐτὴν ἁγιάσων τῆς ἀνθρώπου γενέσεως τὴν ἀρχήν· ὅσον δὲ ἧκεν εἰς τὴν σάρκα φαμέν. ἔδει γὰρ αὐτὴν τὴν ἀνθρώπου φύσιν ἀνακεφαλαιούμενον, καὶ ὅλην ἀνασκευάζοντα πρὸς τὸ ἄμεινον, μὴ μόνον τοῖς ἤδη πρὸς τὸ ὑπάρξαι κεκλημένοις διανέμειν τὴν εὐλογίαν, ἀλλὰ καὶ τοῖς ὅσον οὐδέπω τεχθησομένοις προευτρεπίζειν τὴν χάριν, καὶ ἁγίαν αὐτῶν καταστῆσαι τὴν εἰς τὸ εἶναι πάροδον. Καὶ τρίτην ἐπὶ τούτῳ δέχου τὴν ἀπολογίαν. εἴρητό που πρὸς τὴν γυναῖκα παρὰ Θεοῦ "Ἐν λύπαις τέξῃ τέκνα." πῶς οὖν ἔδει καὶ ταύτην ἡμᾶς ἀποκρούσασθαι τὴν ἀρὰν, ἢ πῶς ἂν ἦν ἑτέρως διαφυγεῖν καταδεδικασμένον τὸν γάμον; ἔλυσε καὶ τοῦτο φιλάνθρωπος ὢν ὁ Σωτήρ. τετίμηκε τῇ παρουσίᾳ τὸν γάμον, ἡ πάντων εὐθυμία καὶ χαρὰ, ἵνα τῆς τεκνογονίας τὴν ἀρχαίαν ἐξελάσῃ κατήφειαν· "Εἴ τις γὰρ ἐν "Χριστῷ, καινὴ κτίσις καὶ τὰ ἀρχαῖα παρῆλθεν," ὡς ὁ Παῦλός φησι, "γέγονε δὲ καινά." ἔρχεται τοιγαροῦν ὁμοῦ τοῖς οἰκείοις μαθηταῖς εἰς τὸν γάμον· ἔδει γὰρ παρεῖναι τῷ θαυματουργῷ τοὺς τῶν παραδόξων φιλοθεάμονας, τροφὴν ὥσπερ τινὰ τῇ ἐν αὐτοῖς πίστει συλλέξοντας τὸ τελούμενον. ἐπειδὴ δὲ οἶνος ἐπιλελοίπει τοὺς ἑστιωμένους, ἐπὶ τὴν συνήθη φιλανθρωπίαν ἀγαθὸν ὄντα τὸν Κύριον ἡ μήτηρ ἐκάλει λέγουσα Οἶνον οὐκ ἔχουσιν· ὡς γὰρ ἐνὸν ἐπ' ἐξουσίαις αὐτῷ πᾶν ὅπερ ἂν βούλοιτο ποιεῖν, εἰς τὸ θαῦμα προτρέπει. Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Ἄριστα καὶ τοῦτον ἡμῖν τὸν λόγον ὁ Σωτὴρ ἐσχηματίζετο. οὐ γὰρ ἔδει δρομαῖον ἐπὶ τὸ πράττειν ἐλθεῖν, οὐδὲ αὐτόμολον ὥσπερ ὁρᾶσθαι θαυματουργὸν, κεκλημένον δὲ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
