Ancient Greek · ~6 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.202
Not analysed yet
μόλις ἐπὶ τοῦτο βαδίζειν, καὶ τῇ χρείᾳ μᾶλλον ἤπερ τοῖς ὁρῶσιν ἐπιδοῦναι τὴν χάριν. δοκεῖ δέ πως εἶναι καὶ χαριεστέρα τῶν ποθουμένων ἡ ἔκβασις, οὐκ ἐκ τοῦ προχείρου τοῖς αἰτοῦσι χορηγουμένη, διὰ δὲ μικρᾶς ὑπερθέσεως εἰς ἐλπίδα καλλίστην ἀνωθουμένη. ἄλλως τε καὶ διὰ τούτου τὴν τοῖς τεκοῦσι χρεωστουμένην τιμὴν ἀξιολογωτάτην ὑπάρχουσαν ἐπιδεικνύει Χριστὸς, ὅπερ οὔπω πράττειν ἤθελεν αἰδοῖ τῇ περὶ μητέρα καταδεχόμενος. Λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις Ὅ τι ἐὰν λέγῃ ὑμῖν, ποιήσατε. Πολλὴν ἔχουσα τὴν ῥοπὴν εἰς τὸ γενέσθαι τὸ θαῦμα, νενίκηκεν ἡ γυνὴ πείθουσα διὰ τὸ πρέπον ὡς υἱὸν τὸν Κύριον. ἄρχεται δὲ τοῦ πράγματος αὐτὴ πρὸς ὑπουργίαν ἤδη τῶν γενέσθαι προσταττομένων τοὺς τῆς πανηγύρεως ὑπηρέτας εὐτρεπίζουσα. Λέγει αὐτοῖς ὁ Ἰησοῦς Γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν ἕως ἄνω. καὶ λέγει αὐτοῖς Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ, καὶ ἤνεγκαν. ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν· οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ· φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος καὶ λέγει αὐτῷ Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ ὅτε μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Πληροῦσι μὲν οἱ διακονοῦντες τὸ προσταχθὲν, ἀφάτῳ δὲ δυνάμει τὸ ὕδωρ εἰς οἶνον μετεσκευάζετο. τί γὰρ ἂν γένοιτο χαλεπὸν τῷ πάντα ἰσχύοντι; ὁ δὲ τὰ οὐκ ὄντα καλῶν εἰς γένεσιν, πῶς ἂν κάμοι τὰ ἤδη πεποιημένα μεταῤῥυθμίζων ἐφ'