# Commentarii in Joannem 1.203

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.203

ὅπερ ἂν βούλοιτο; ἀποθαυμάζουσι δὲ τὴν χρῆσιν ὡς ἐξαίρετον· οὐ γὰρ ἦν ἑτέρως ὁρᾶσθαι τὰ διὰ Χριστοῦ. αἰτιᾶται δὲ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος, ὡς ἐν ὑστέρῳ τοῦ δείπνου καιρῷ δαπανῶντα τὸ ἄμεινον, οὐκ ἀκόμψως ὥς γε μοι φαίνεται κατά γε τὸν τῆς ἱστορίας λόγον. Ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. Πολλὰ κατὰ ταὐτὸν ἐτελεῖτο τὰ κάλλιστα δι' ἑνὸς καὶ πρώτου σημείου. γάμος μὲν γὰρ ὁ τίμιος ἡγιάζετο, ἀρὰ δὲ ἡ κατὰ γυναικὸς ἐκποδών· οὐ γὰρ ἐν λύπαις ἔτι τέξονται τέκνα, καὶ αὐτὴν ἡμῶν τῆς γεννήσεως τὴν ἀρχὴν εὐλογήσαντος τοῦ Χριστοῦ. ἡλιακῆς δὲ δίκην ἀκτῖνος ἡ τοῦ Σωτῆρος ἡμῶν ἀνέλαμψε δόξα, καὶ τὸ μεῖζον ἐπὶ τούτοις βεβαιοῦνται πρὸς πίστιν ἀπὸ τοῦ θαυμάζειν οἱ μαθηταί. Ὁ μὲν οὖν τῆς ἱστορίας λόγος ἐν τούτοις στήσεται· οἶμαι δὲ δεῖν καὶ ἑτέραν τοῖς εἰρημένοις ἐπινοεῖσθαι τὴν θεωρίαν, καὶ τί τὸ ἐντεῦθεν ὑποδηλούμενον εἰπεῖν. καταβέβηκε τοίνυν ἐξ οὐρανῶν ὁ τοῦ Θεοῦ Λόγος, ὡς αὐτός που φησὶν, ἵνα τὴν ἀνθρώπου φύσιν νυμφίου δίκην οἰκειωσάμενος κυοφορεῖν ἀναπείσῃ τὰ πνευματικὰ τῆς σοφίας σπέρματα. καὶ νύμφη μὲν εἰκότως ἡ ἀνθρωπότης διὰ τούτου καλεῖται, νυμφίος δὲ ὁ Σωτὴρ, ἐκ τῶν καθ' ἡμᾶς εἰς νόησιν τὴν ὑπὲρ ἡμᾶς ἀνατεινούσης τὸν λόγον τῆς θείας γραφῆς· συγκροτεῖται δὲ ὁ γάμος ἐν ἡμέρᾳ τῇ τρίτῃ, τουτέστιν, ἐν ἐσχάτοις τοῦ παρόντος αἰῶνος καιροῖς· ὁ γὰρ τρίτος ἡμῖν ἀριθμὸς ἀρχὴν εἰσφέρει καὶ μεσότητα καὶ τέλος· οὕτω γὰρ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
