# Commentarii in Joannem 1.204

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.204

ὁ σύμπας ἐκμετρεῖται χρόνος. τούτῳ φανεῖται προσεοικὸς τὸ δι' ἑνός που τῶν ἁγίων προφητῶν εἰρημένον "Πατάξει, "καὶ μοτώσει ἡμᾶς, ὑγιάσει ἡμᾶς μετὰ δύο ἡμέρας ἐν τῇ "ἡμέρᾳ τῇ τρίτῃ· καὶ ἀναστησόμεθα καὶ ζησόμεθα ἐνώπιον "αὐτοῦ, καὶ γνωσόμεθα· διώξομεν τοῦ γνῶναι τὸν Κύριον, "ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν." ἔπληξε μὲν γὰρ διὰ τὴν ἐν Ἀδὰμ παράβασιν εἰπών "Γῆ εἶ καὶ εἰς γῆν ἀπε"λεύσῃ·" τὸ δὲ φθορᾷ καὶ θανάτῳ πεπληγὸς πάλιν ἐμότωσεν αὐτὸς κατὰ τὴν τρίτην ἡμέραν, τουτέστιν, οὐκ ἐν πρώτοις, οὐδὲ ἐν μέσοις, ἀλλ' ἐν ἐσχάτοις καιροῖς, ὅτε δι' ἡμᾶς γενόμενος ἄνθρωπος ὑγιᾶ τὴν φύσιν ἀπέδειξεν ὅλην, ἐκ νεκρῶν ἀναστήσας ἐν ἑαυτῷ. διάτοι τοῦτο καλεῖται καὶ "ἀπαρχὴ τῶν κεκοιμημένων·" οὐκοῦν διὰ τοῦ τὴν τρίτην ἡμέραν εἰπεῖν, καθ' ἣν ὁ γάμος ἐτελεῖτο, τὸν τελευταῖον σημαίνει καιρόν· καταμηνύει δὲ καὶ τὸν τόπον· ἐν Κανᾷ γὰρ τῆς Γαλιλαίας φησίν. ἐπιτηρείτω δὲ πάλιν ὁ φιλομαθής· οὐ γὰρ ἐν τοῖς Ἱεροσολύμοις ἡ πανήγυρις, ἔξω δὲ τῆς Ἰουδαίας τὸ δεῖπνον, ὡς ἐν τῇ τῶν ἐθνῶν ἐπιτελεῖται χώρᾳ. "Γαλι"λαία γὰρ τῶν ἐθνῶν," ὡς ὁ προφήτης φησίν. δῆλον δὲ δήπου πάντως ἐστὶν, ὡς ἡ μὲν τῶν Ἰουδαίων Συναγωγὴ τὸν ἐξ οὐρανῶν ἀπεώσατο νυμφίον, προσεδέξατο δὲ, καὶ λίαν ἀσμένως, ἡ ἐξ ἐθνῶν Ἐκκλησία. ἔρχεται δὲ εἰς τοὺς γάμους οὐκ αὐτόμολος ὁ Σωτήρ· πολλαῖς γὰρ ἁγίων ἐκαλεῖτο φωναῖς. ἀλλ' οἶνος ἐπιλελοίπει τοὺς ἑστιωμένους· οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, οὐκ ἐξήρκει πρὸς τὸ εὐφρᾶναι τελείως τὸ γράμμα τὸ Μωυσαϊκόν· ἀλλ' οὐδὲ αὐτὸ τὸ τῆς ἐμφύτου νήψεως μέτρον εἰς τὸ δύνασθαι διασώζειν ἡμᾶς ἐξετείνετο. οὐκοῦν ἀληθὲς ἂν εἴη καὶ ἐφ' ἡμῶν τό Οἶνον οὐκ ἔχουσιν, εἰπεῖν· ὁ δὲ πλουσιόδωρος ἡμῶν Θεὸς οὐ περιορᾷ τῇ τῶν ἀγαθῶν ἐνδείᾳ τριβομένην τὴν φύσιν. οἶνον ἡμῖν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
