# Commentarii in Joannem 1.207

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.207

λονότι καὶ κατὰ μόνον τὸ ἐν θελήσει τοῦ Πατρὸς, ὅτου δὴ χάριν τὸ κοινὸν δήπου καὶ πᾶσι προκείμενον καύχημα, μόνος εἰς ἑαυτὸν ἁρπάζει λέγων Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου καὶ οὐχὶ μᾶλλον τὸν οἶκον τοῦ Πατρὸς ἡμῶν; τοῦτο γὰρ ἦν ἴσως ἀκολουθότερον εἰπεῖν, εἴπερ ἕνα τῶν οὐκ ὄντων κατὰ φύσιν υἱῶν καὶ ἑαυτὸν ἐξηπίστατο. ἐπειδὴ δὲ οὐκ ἐν τοῖς κατὰ χάριν υἱοῖς, ἀλλ' ἐκ τῆς οὐσίας ὄντα τοῦ Θεοῦ καὶ Πατρὸς ἑαυτὸν ὁ Λόγος ὄντα γινώσκει, ἔξω τῶν ἄλλων τίθησιν, ἴδιον Πατέρα καλῶν τὸν Θεόν. ἁρμόσει μὲν γὰρ τοῖς εἰς υἱότητα κεκλημένοις καὶ ἐπακτὸν ἔχουσι τὸ ἀξίωμα προσευχομένοις ἀναβοᾶν "Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς·" εἷς δὲ καὶ μόνος ἐξ ἑνὸς ὑπάρχων ὁ Μονογενὴς, ἴδιον εἰκότως ἀποκαλέσει πατέρα τὸν Θεόν. Εἰ δὲ δεῖ τοῖς προκειμένοις προσβάλλοντας, λογικώτερον ἐφαρμόσαι τοῖς ἀνωτέρω καὶ ταῦτα, θεωρητέον ἑτέρως τὸ ἀνάγνωσμα. Καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τοὺς βόας, καὶ τὰ ἑξῆς. Θέα δὴ πάλιν ὅλον τῆς καθ' ἡμᾶς οἰκονομίας τὸ σχῆμα διὰ δύο πραγμάτων ἐξυφασμένον. Καναναίοις μὲν γὰρ τοῖς κατὰ τὴν Γαλιλαίαν, φημὶ, καὶ συνεστιᾶται καὶ συναυλίζεται Χριστὸς, καὶ ὁμοτραπέζους ἐποιεῖτο τοὺς κεκληκότας αὐτὸν, καὶ διὰ τοῦτο τιμήσαντας· καὶ διὰ σημείων ὠφελεῖ, καὶ τὸ λεῖπον αὐτοῖς εἰς εὐφρασίαν ἀναπληροῖ· καὶ τί γὰρ οὐχὶ τῶν ἀγαθῶν ἐπιδαψιλεύεται; ὡς διὰ τύπου διδάσκων, ὅτι καὶ προσδέξεται τοὺς τῆς Γαλιλαίας οἰκήτορας, τουτέστι τὰ ἔθνη, κεκλημένος ὥσπερ πρὸς αὐτὰ διὰ τῆς ἐν αὐτοῖς πίστεως, καὶ εἰς τὸν οὐράνιον εἰσάξει παστὸν, εἰς τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν δηλαδὴ, καὶ συνανακλινεῖ τοῖς ἁγίοις

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
