# Commentarii in Joannem 1.21

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.21

τέρω, τὸν τοῦ Θεοῦ Λόγον τότε δὴ πρῶτον εἰς τὸ εἶναι κεκλῆσθαι διισχυρίζοντο, ὅτε τὸν ἐκ τῆς ἁγίας παρθένου ναὸν λαβὼν ἄνθρωπος γέγονε δι' ἡμᾶς· τί οὖν ἂν εἴη λοιπὸν, εἴπερ οὕτως ἔχοι φύσεως ὁ Υἱὸς, ἢ γενητὸς καὶ πεποιημένος, καὶ τοῖς ἄλλοις ἅπασιν ὁμοφυὴς, οἷς ἐξ οὐκ ὄντων ἡ γένεσις, καὶ τὸ τῆς δουλείας ὄνομά τε καὶ πρᾶγμα δικαίως ἐπαληθεύεται; τί γὰρ τῶν πεποιημένων τὴν ὑπὸ τῷ πάντων κρατοῦντι Θεῷ δουλείαν ἀκινδύνως παραιτήσεται; τί δὲ οὐχ ὑποκύψει τῇ κατὰ πάντων ἀρχῇ τε καὶ ἐξουσίᾳ καὶ κυριότητι, ἣν καὶ αὐτός που σημαίνει λέγων ὁ Σολομών "Μετὰ "γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς." ἕτοιμος γὰρ καὶ πολὺ λίαν εὐπρεπὴς εἰς δικαιοσύνην ὁ τῆς ἀρχῆς θρόνος, τῆς ἐπὶ πάντας δηλαδή. καὶ τίς ὁ θρόνος περὶ οὗ νῦν ὁ λόγος, ἄκουε λέγοντος τοῦ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων "Ὁ "οὐρανός μοι θρόνος." οὐκοῦν ἕτοιμος εἰς δικαιοσύνην ὁ οὐρανὸς, τουτέστι, τὰ ἐν τοῖς οὐρανοῖς ἅγια πνεύματα. Ἐπειδὴ τοίνυν ἦν ἀνάγκη συνομολογεῖν μετὰ τῶν ἄλλων ποιημάτων ὑποκεῖσθαι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν, ὡς οἰκετικὴν ἔχοντα τάξιν, καὶ ὑπὸ τὴν τῆς ἀρχῆς ἐξουσίαν ὁμοίως πίπτοντα τοῖς ἄλλοις, εἴπερ ἐστὶ κατ' ἐκείνους ὀψιγενὴς καὶ τῶν ἐν χρόνῳ πεποιημένων εἷς· ἀναγκαίως ὁ μακάριος Εὐαγγελιστὴς δριμύτερον τοῖς ἑτεροδιδασκαλοῦσιν ἐπιπηδᾷ, καὶ δουλείας μὲν ἁπάσης ἐξέλκει τὸν Υἱόν· ἐκ δὲ τῆς ἐλευθέρας καὶ πάντων ἀρχούσης οὐσίας ἐκπεφήνοτα δεικνύει, καὶ ἐν αὐτῇ φυσικῶς ὑπάρχειν ἰσχυρίζεται λέγων Ἐν ἀρχῇ ἦν ὁ Λόγος. ἐπιπλέκει δὲ τῷ τῆς ἀρχῆς ὀνόματι χρησίμως τὸ ἦν, ἵνα μὴ μόνον εὐκλεὴς, ἀλλὰ νοῆται καὶ προαιώνιος· τέθειται γὰρ ἐν τούτοις τὸ ἦν, εἰς βαθεῖάν τινα καὶ ἀκατάληπτον καὶ τὴν ἔξω χρόνων ἄῤῥητον γέννησιν ἀνατεῖνον τοῦ θεωροῦντος τὴν ἔννοιαν. τὸ γὰρ ἦν ἀδιορίστως

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
