# Commentarii in Joannem 1.211

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.211

κεκυφότες ἀεὶ, καὶ εἰς μόνα τὰ ἐπὶ τῆς γῆς κατανεύοντες πράγματα, τῶν ὑψηλῶν τῆς εἰς Χριστὸν εὐσεβείας δογμάτων μηδεμίαν δέχοιντο θεωρίαν, οὐ βασκαίνοντος αὐτοῖς ἐπὶ τούτοις τοῦ φιλανθρώπου Θεοῦ, ἰσοστάθμῳ δὲ μᾶλλον κολάζοντος δίκῃ τοὺς ἀφόρητα πλημμελήσαντας. Ὅρα γὰρ ὅπως ἀνοήτως ὑβρίζουσι τῆς ἑαυτῶν ἀφειδοῦντες ψυχῆς. ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἴδιον ἐκάλει Πατέρα τὸν Θεόν "Μὴ ποιεῖτε λέγων τὸν οἶκον "τοῦ Πατρός μου οἶκον ἐμπορίου." εἶτα δέον αὐτοὺς Υἱὸν ἤδη καὶ Θεὸν, ὡς ἐκ Θεοῦ καὶ Πατρὸς πεφηνότα νοεῖν, ἄνθρωπον ἔτι γυμνὸν καὶ τῶν καθ' ἡμᾶς ὑπάρχειν ἕνα πιστεύουσι. διά τοι τοῦτο, καὶ τὸν ἐπὶ τῇ τοῦ ναοῦ κατασκευῇ δαπανηθέντα χρόνον προτείνουσι λέγοντες Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ἀλλ' ὦ πάσῃ μεθύοντες ἀπονοίᾳ, δικαίως ἂν οἶμαι λέγειν αὐτοῖς, εἰ σοφὸς ὑμῖν ἐνῴκισται νοῦς, εἰ τὸν παρ' ὑμῖν ὄντα ναὸν οἶκον εἶναι Θεοῦ πιστεύετε, πῶς οὐκ ἔδει Θεὸν ὄντα κατὰ φύσιν ἐννοεῖν τὸν ἀκινδύνως εἰπεῖν θαρσήσαντα "Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου "οἶκον ἐμπορίου;" εἶπα πῶς ἂν, εἰπέ μοι, λοιπὸν μακρῶν ἐδεήθη χρόνων εἰς τὴν ἑνὸς οἴκου κατασκευήν; ἢ πῶς ἂν ἠτόνησε πρὸς ὅπερ ἂν τύχοι γενικῶς, ὁ ἐν μόναις ἡμέραις ἑπτὰ τὸν ἀριθμὸν τόδε τὸ σύμπαν ἀφάτῳ δυνάμει διατεχνησάμενος, καὶ ἐν μόνῳ τῷ θέλειν ἔχων τὸ δύνασθαι; ταῦτα γὰρ ἔδει λογίζεσθαι τὸν τῶν ἱερῶν γραμμάτων ἐπιστήμονα λαόν.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
