# Commentarii in Joannem 1.215

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.215

Διὰ τὸ αὐτὸν γινώσκειν πάντας, καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ. Θεοπρεπὲς καὶ τοῦτο μετὰ τῶν ἄλλων ἐν Χριστῷ τὸ ἀξίωμα, καὶ οὐδενὶ τῶν γενητῶν ἐνυπάρχον. μόνῳ γὰρ αὐτὸ τῷ κατ' ἀλήθειαν ὄντι Θεῷ προσάπτει λέγων ὁ ψαλμῳδός "Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς "πάντα τὰ ἔργα αὐτῶν·" εἰ δὲ μόνου συνιέντος τὰ ἐν ἡμῖν τοῦ Θεοῦ συνίησιν ὁ Χριστός· πῶς οὐκ ἔσται κατὰ φύσιν ὁ Θεὸς "ὁ τῶν κρυπτῶν γνώστης," καὶ γινώσκων "βαθέα καὶ "ἀπόκρυφα," καθὰ γέγραπται; "Τίς γὰρ οἶδεν ἀνθρώπων "τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν "αὐτῷ;" εἰδότος δὲ οὐδενὸς, οὐκ ἀγνοήσει Θεός· ἐπεὶ μηδὲ ἐν τοῖς πᾶσι καταριθμεῖταί ποτε, καθ' ὧν ἂν εἰκότως φέροιτο τό Οὐδείς· ὡς δὲ ἔξω πάντων καὶ πάντα ὑπὸ πόδας, εἴσεται. μαρτυρήσει δὲ καὶ ὁ Παῦλος λέγων "Ζῶν γὰρ ὁ λόγος τοῦ "Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν "δίστομον, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ "πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων "καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον "αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλ"μοῖς αὐτοῦ." ὡς γὰρ "φυτεύσας τὸ οὖς," πάντα ἐπακροᾶται, καὶ ὡς "πλάσας τὸν ὀφθαλμὸν, κατανοεῖ." καὶ δὴ εἰσφέρεται λέγων ἐν Ἰώβ "Τίς οὗτος ὁ κρύπτων με βουλὴν, "συνέχων δὲ ῥήματα ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν;"

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
