Ancient Greek · ~2 min
Volume 1
Cyrillus Theol., Commentarii in Joannem 1.22
Not analysed yet
ἐκφωνηθὲν, εἰς ποῖον ἡμῖν καταλήξει τόπον, ἀεὶ προελαύνειν τοῦ διώκοντος νοῦ πεφυκὸς, καὶ ἥνπερ ἂν οἴηταί τις ἔχειν αὐτοῦ τὴν κατάπαυσιν, ταύτην τοῦ ἐπέκεινα δρόμου ποιούμενον ἀρχήν; ἦν οὖν ὁ Λόγος ἐν ἀρχῇ, τουτέστιν, ὡς ἐν ἀρχῇ τῇ ἐπὶ πάντα, καὶ ἐξ αὐτῆς ὑπάρχων φυσικῶς τὸ δεσποτικὸν ἔχων ἀξίωμα· εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔτι γενητὸς ἢ πεποιημένος; ὅπου δὲ ὅλως τὸ ἦν, κατὰ τίνα τρόπον τὸ οὐκ ἦν εἰσβήσεται, ἢ ποῖον ἕξει λοιπὸν τὸν κατὰ τοῦ Υἱοῦ τόπον;