# Commentarii in Joannem 1.223

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.223

μάτων· καὶ "Γνωστῶς δὲ πάλιν ἐπιγνώσῃ ψυχὰς ποιμνίου "σου," πρὸς ἡμᾶς που φησὶν ὁ σοφώτατος Σολομών· οὐκ ἀδιάκριτόν φησιν τοῖς προσιοῦσι τὸν διδασκαλικὸν ἐθέλων προκεῖσθαι λόγον, ἀλλὰ τοῖς ἑκάστου μέτροις ἀναλόγως ἐφηρμοσμένον. Καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. Ὡς ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα καὶ τὸ Πνεῦμα φυσικῶς, εἰς πληθυντικὸν ἀριθμὸν τὸ τῶν μαρτυρούντων πρόσωπον ἐξέτεινεν ὁ Σωτήρ· ἵνα τρόπον τινὰ κατὰ τὸν Μωυσέως νόμον "Ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων" κρατύνηται τὸ εἰρημένον. οὐδαμόθεν δὲ ὅλως ἀνασώζεσθαι θέλοντας ἐπιδεικνύει τοὺς Ἰουδαίους, ἀχαλίνοις δὲ ἁπλῶς καὶ ἀπερισκέπτοις ὁρμαῖς ἐπὶ τὸ βαθὺ τῆς ἀπωλείας φερομένους βάραθρον· εἰ γὰρ μήτε νοεῖν ἰσχύουσιν ἐκ πολλῆς ἀμαθίας τὸ κηρυττόμενον, μήτε πίστει ποιοῦνται δεκτὸν, τίς ἂν αὐτοῖς σωτηρίας ἕτερος ἐπινοηθείη τρόπος; καλῶς δὴ οὖν καὶ μάλα δικαίως ἀναπολόγητον ἔσεσθαι τὴν Ἱερουσαλὴμ ἔφασκεν ὁ Σωτὴρ, ὡς αὐτόκλητον ἐφ' ἑαυτὴν ἁρπάζουσαν ὄλεθρον "Ἱερουσαλὴμ γὰρ Ἱερουσαλὴμ, φησὶν, ἡ ἀποκτένουσα τοὺς "προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς "αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὃν "τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς "πτέρυγας, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὑμῖν ὁ "οἶκος ὑμῶν."

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
