# Commentarii in Joannem 1.23

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.23

ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. ἝΩΛΟΝ ἤδη, καὶ τῆς ἀληθείας ἀπεσφαλμένην ἀποδείξας ἱκανῶς τὴν ἀμαθῆ τῶν ἐκεῖνα δοξαζόντων διάνοιαν, καὶ διὰ τοῦ εἰπεῖν "Ἐν ἀρχῇ ἦν ὁ Λόγος," πᾶσαν ἀποκλείσας παρείσδυσιν τοῖς ἐξ οὐκ ὄντων εἶναι λέγουσι τὸν Υἱὸν, καὶ πᾶσαν αὐτῶν τὴν ἐν τούτοις εἰκαιολογίαν ἀποτόμως περιελὼν, ἐφ' ἑτέραν ἔρχεται γείτονά τε καὶ δυστροπωτάτην αἵρεσιν. καὶ ὥσπερ ἂν εἴ τις ἄριστός τε ὁμοῦ καὶ τληπαθὴς φυτουργὸς, τοῖς μὲν ἐπὶ τῇ δικέλλῃ καὶ μάλα δὴ πόνοις ἐφήδοιτο, περιεζωσμένος δὲ τὴν ὀσφῦν, καὶ ὡς ἔνι μάλιστα τοῖς αὐτῷ πρέπουσιν ἀγροικιζόμενος σχήμασι, πᾶσαν ποιοῖτο σπουδὴν τῆς ἐξ ἀκανθῶν ἀηδίας ἐλευθέραν ἀποδεῖξαι τοῦ παραδείσου τὴν ὄψιν, ἄλλην δὲ ἐπ' ἄλλην καταστρέφων οὐ παύεται, καὶ κύκλῳ περινοστῶν ἀεὶ τὸ λυποῦν ἀνοχλίζει ξύλον, τὸν σκληρὸν ὀδόντα τῆς δικέλλης ὑποτιθείς· οὕτω καὶ ὁ μακάριος Ἰωάννης τὸν ζῶντα καὶ ἐνεργῆ καὶ τομώτατον τοῦ Θεοῦ Λόγον ἐν διανοίᾳ φορῶν, ὀξυωπέστατά τε καὶ νουνεχέστατα τῆς τῶν ἑτεροδοξούντων κακίας τὰ πικρὰ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
