# Commentarii in Joannem 1.236

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.236

Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Εἰς ἀνάμνησιν ἄγει τοὺς ἑαυτοῦ μαθητὰς ὧν ἤδη πολλάκις ἀκηκόασι λόγων, ὁμοῦ μὲν ἐλέγχων εὐφυῶς, ὡς τῇ τῶν χρησίμων λήθῃ κεκαρωμένους, καὶ περὶ τὴν οὕτω σεμνοτάτην διδασκαλίαν ἀπονυστάζοντας, ὁμοῦ δὲ ἀναπείθων τῆς θείας μεμνῆσθαι γραφῆς, ἅτε δὴ τῇ ἐπὶ τούτοις φιλομαθείᾳ συντεθραμμένους· τίνα μὲν ἔσεσθαι κηρύττει Χριστόν· τίνα δὲ αὖ πάλιν τὸν προκήρυκα βαπτιστήν· οὕτω γὰρ ἔμελλον τὴν ἐφ' ἑκάστῳ γνῶσιν ἀναδεξάμενοι χαλεπαίνειν οὐδαμῶς, ἐν τοῖς ἑκάστῳ πρέπουσιν ὁρῶντες αὐτούς. δεήσομαι τοιγαροῦν οὐχ ἑτέρων, φησὶν, εἰς τοῦτο μαρτύρων, αὐτηκόους ἔχω τοὺς ἐμαυτοῦ μαθητάς· ὡμολόγηκα τὴν δουλείαν, προκηρύξων Ἀπεστάλην· ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός· νικάτω, κρατείτω, καταλαμπρυνέσθω μειζόνως, ὡς δεσπότης καὶ Θεός. Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐγεγόνει μὲν πάλιν ὡς ἐξ ὁμοιώσεως τῆς καθ' ἡμᾶς ὁ λόγος, ἄγει δὲ εἰς ἐπίγνωσιν θεωρημάτων λεπτῶν· τύποι γὰρ τῶν νοητῶν, τὰ χειρὸς ἁφὴν ὑπομένοντα, καὶ σωματικῶν παραδειγμάτων παχύτης ἀκριβεστάτην εἰσφέρει πολλάκις τῶν πνευματικῶν τὴν ἀπόδειξιν. ἐστὶ τοίνυν, φησὶ, νυμφίος μὲν καὶ πανηγυριάρχης ὁ Χριστὸς, δειπνοκλήτωρ δὲ ἐγὼ καὶ νυμφαγωγὸς, θυμηδίαν ἔχων τὴν ἀκροτάτην καὶ ἀξίωμα περιφανὲς, τὸ ἐν φίλοις κατατετάχθαι μόνον, καὶ τῆς τοῦ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
