# Commentarii in Joannem 1.24

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.24

περιαθρῶν βλαστήματα, μονονουχὶ πρὸς αὐτὰ δρομαῖος ἔρχεται, καὶ ἀποτέμνει γοργῶς πανταχόθεν, τοῖς ἐντευξομένοις τοῖς παρ' αὐτοῦ συγγράμμασι τὸ ἐν ὀρθῇ τῇ πίστει φυλάττεσθαι προξενῶν. θέα γὰρ δὴ πάλιν τοῦ πνευματοφόρου τὴν νῆψιν. ἐδίδαξεν ἐν τοῖς προλαβοῦσιν, ὡς ἦν ὁ Λόγος ἐν ἀρχῇ, τουτέστιν, ἐν τῷ Θεῷ καὶ Πατρὶ, καθάπερ εἰρήκαμεν. ἐπειδὴ δὲ τὸ τῆς διανοίας ὄμμα πεφωτισμένον ἔχων οὐκ ἠγνόει, κατὰ τὸ εἰκὸς, ὡς ἀναστήσονταί τινες ἐκ πολλῆς ἀμαθίας ἕνα καὶ τὸν αὐτὸν εἶναι λέγοντες Πατέρα καὶ Υἱὸν, καὶ μόνον ὀνόμασι τὴν ἁγίαν Τριάδα διαστέλλοντες, ἐν δὲ ὑποστάσεσιν ἰδικαῖς οὐ συγχωροῦντες ὑπάρχειν, ἵν' ὁ Πατὴρ μὲν ὄντως νοῆται Πατὴρ καὶ οὐχ Υἱὸς, Υἱὸς δ' αὖ πάλιν ὑπάρχειν ἰδίως ὁ Υἱὸς καὶ οὐ Πατὴρ, ὥσπερ οὖν καὶ ὁ τῆς ἀληθείας ἔχει λόγος· ἀναγκαίως καὶ πρὸς ταύτην, ὡς ἐπιπαροῦσαν ἤδη, κατ' ἐκεῖνο καιροῦ κεκινημένην, ἢ καὶ ἔσεσθαί ποτε μέλλουσαν, τὴν αἵρεσιν ἐξοπλίζεται, καὶ δὴ πρὸς ἀναίρεσιν αὐτῆς παρατίθησιν εὐθὺς τῷ Ἐν ἀρχῇ ἦν ὁ Λόγος τό Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· πανταχῆ μὲν τὸ ἦν ἀναγκαίως ἐπιφέρων διὰ τὴν προαιώνιον γέννησιν αὐτοῦ, διὰ δὲ τοῦ φάναι τὸν Λόγον ὄντα πρὸς τὸν Θεὸν, ἓν μέν τι καὶ ὑφεστηκὸς αὐτὸ καθ' ἑαυτὸ τὸν Υἱὸν ἐπιδεικνύων, ἕτερον δὲ πάλιν τὸν Θεὸν καὶ Πατέρα, πρὸς ὃν ἦν ὁ Λόγος· πῶς γὰρ ἂν ὅλως τὸ ἓν ἀριθμῷ αὐτὸ πρὸς ἑαυτὸ, ἤτοι παρ' ἑαυτῷ, νοοῖτο ὑπάρχειν; Ὅτι δὲ ἀμαθὴς τοῖς αἱρετικοῖς καὶ ὁ περὶ τούτων εὑρεθήσεται λόγος, διὰ τῆς ἐν τοῖς ὑποτεταγμένοις θεωρίας διδάξομεν, τὴν τῶν ζητουμένων βάσανον ἀκριβῆ ποιησάμενοι.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
