# Commentarii in Joannem 1.244

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.244

"ἠλλοίωμαι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ·" πῶς δὲ οὐχὶ καὶ εἰς αὐτὸν ἀναβήσεται τὸν Πατέρα τὰ τοῦ γεννήματος πάθη, χαρακτὴρ εἴπερ ἐστὶ καὶ εἰκὼν ἀπαράλλακτος αὐτοῦ; ἔσται δὴ οὖν ἀλλοιωτὸς μὲν ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ, ἔχει δὲ προσγεγονότως τὴν κατὰ πάντων ὑπεροχήν· καὶ σιωπῶ τὸ λειπόμενον. οἰκειώσεται γὰρ ὡς ἐξ ἀνάγκης τὰ ἐν τῇ εἰκόνι τὸ ἀρχέτυπον. ἀλλ' ἐπίκτητον μὲν οὐκ ἐροῦσιν ἔχειν αὐτὸν τὴν ὑπεροχὴν πρὸς τὰς τοιαύτας τῶν λογισμῶν δυσχερείας τε ὁμοῦ καὶ ἀτοπίας ἀποφρίττοντες, οὐσιώδη δὲ μᾶλλον καὶ ἀναφαίρετον. εἶτα πάλιν, ὦ βέλτιστοι, πῶς ἡμῖν οὐ συνερεῖτε καὶ ἄκοντες, ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς ἐπάνω πάντων ἐστὶ, διὰ τοῦτο καὶ ἐκ μόνης ἔρχεται τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός; εἰ γὰρ οὐδέν ἐστι τῶν γενητῶν, ὃ μὴ τῇ τοῦ Πάντα δυνάμει περισχοινίζεται, ἐπάνω δὲ πάντων ἐστὶν ὁ Υἱὸς, ὡς ἕτερος δηλονότι παρὰ πάντα, καὶ οὐσιώδη κατὰ πάντων ἔχων τὴν ὑπεροχὴν, καὶ οὐχ ὁ αὐτὸς κατὰ φύσιν ὑπάρχων τοῖς πᾶσι, πῶς οὐκ ἂν νοοῖτο λοιπὸν Θεὸς ἀληθινός; ὁ γὰρ τῆς τῶν ποιημάτων πληθύος οὐσιωδῶς ἐκκείμενος, καὶ τὸ ἐν γενητοῖς τετάχθαι κατὰ φύσιν ἐκδραμὼν, τί ἂν ἕτερον εἴη λοιπὸν ἢ Θεός; μεσολαβοῦν γὰρ ὁρῶμεν οὐδὲν, ὅσον ἧκεν εἰς οὐσίας ὑφεστώσης λόγον. κτίσις γὰρ ἡ βασιλευομένη καὶ ἐπ' αὐτῇ νοεῖται Θεός. οὐκοῦν εἰ Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, ἐγεννήθη δὲ ἀῤῥήτως ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς, τὴν τοῦ γεννήσαντος φύσιν τό Ἄνωθεν σημαίνει. διά τε τοῦτο ἐπάνω πάντων ἐστὶν ὁ Μονογενὴς, ἅτε δὴ καὶ ἐξ αὐτῆς ὁρώμενος.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
