# Commentarii in Joannem 1.248

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.248

ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴν τῶν ἀπειθούντων ἀσέβειαν, εἰ μὴ τῶν πιστευόντων τὸ λαμπρὸν ἐξεκαλύφθη κατόρθωμα· τῇ γὰρ τῶν ἀγαθῶν ἀντιπαραθέσει τὸ φαῦλον εὐκόλως διαγινώσκεται, καὶ τῶν ἀμεινόνων ἡ γνῶσις ἐλέγχει τὰ αἰσχίονα. εἴτις οὖν, φησὶ, τοῖς τοῦ ἄνωθεν ἥκοντος ἐπινεύσειε λόγοις, κατεσφράγισέ τε καὶ ἐξησφαλίσατο διὰ τῆς συνέσεως, ὅτι τὸ ἀψευδεῖν ἀεὶ τῇ θείᾳ σύνηθές τε καὶ φιλαίτατον φύσει. ἀπὸ δὴ τούτου πρόδηλον λοιπὸν τοῖς ὁρῶσι τὸ ἐναντίον· καταμαρτυρήσει γὰρ πάντως ὁ τὴν πίστιν ἀποκρουόμενος, ὅτι Θεὸς οὐκ ἔστιν ἀληθής. ἐπιτηρητέον δὲ πάλιν, ὅτι τῆς πρὸς τὴν κτίσιν ὁμοουσιότητος ἐξέλκει τὸν Υἱὸν, καὶ Θεὸν ὄντα κατὰ φύσιν διὰ τῶν εἰρημένων ἐπιδεικνύει. εἰ γὰρ ὁ τοῖς παρ' αὐτοῦ λαλουμένοις πειθόμενος, δεχόμενος δὲ τὴν μαρτυρίαν, ἥνπερ ἂν αὐτὸς ποιοῖτο περὶ ἑαυτοῦ, κατεσφράγισέ τε καὶ ἐπεψηφίσατο καλῶς, ὅτι δὴ Θεὸς ἀληθής ἐστι· πῶς οὐκ ἂν νοοῖτο κατὰ φύσιν Θεὸς ὁ Χριστὸς, ὁ καὶ διὰ τῆς πίστεως τῶν ἔναγχος εἰρημένων ἀληθὴς ἐπιμαρτυρούμενος;

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
