# Commentarii in Joannem 1.252

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.252

"Αἴγυπτον, καὶ ἐρεῖς πρὸς Φαραώ Τάδε λέγει Κύριος·" πρὸς Ἱερεμίαν δέ γε τὸν ἱερώτατον "Μὴ λέγε ὅτι νεώτερος "ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε "πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλή"σεις." τί οὖν ἄρα τὸ πλέον ἐν τῷ κατὰ φύσιν Υἱῷ, λαλοῦντι τὰ τοῦ Θεοῦ ῥήματα, διὰ τὸ ἀπεστάλθαι παρ' αὐτοῦ; προφήτης ἡμῖν, ὡς ἔοικεν, ἀναδειχθήσεται πάλιν, καὶ ἕτερον οὐδὲν, ὅσον ἧκεν εἰπεῖν εἰς τὸν τῆς διακονίας τρόπον. Οὐκοῦν τό Ἀπέστειλε νοήσεις ἐν τούτοις, ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον, καὶ τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς ἐπιφοίτησιν· ἢ πάλιν ἐκλήψῃ θεοπρεπέστερόν τε καὶ ἀξιολογώτερον. οὐ γὰρ ἔκρυψεν ἐν ἑαυτῷ τὸν Υἱὸν ὁ Πατὴρ, ἀλλ' ἐκ τῆς ἰδίας ἐξέλαμψε φύσεως, ὡς ἐκ φωτὸς ἀπαύγασμα, κατὰ τὸν ἄφραστόν τε καὶ ἀνεξήγητον τῆς θείας γεννήσεως τρόπον· ὃ δὴ καὶ αὐτὸς ἡμῖν διεσάφει λέγων ὁ Μονογενής "Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω·" ἐξελήλυθε γὰρ ἐκ τοῦ Πατρὸς εἰς ἰδίαν ὕπαρξιν ὁ Υἱὸς, εἰ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστί· καὶ ὅπερ ἡμῖν ἐν ἐκείνῳ τό Ἐξῆλθον σημαίνει, τοῦτο πάλιν ἐνταῦθα τὸ ἀπεστάλθαι δηλοῖ. ὁ τοίνυν, φησὶν, ἐκ Πατρὸς πεφηνώς τε καὶ ἀπαστραφθεὶς Λόγος, ἅτε δὴ Θεὸς ὑπάρχων ἐκ Θεοῦ, τοῖς τῷ Θεῷ πρέπουσι κεχρήσεται λόγοις· λόγοι δὲ ἂν εἶεν Θεῷ πρέποντες οἱ ἀληθεῖς, καὶ τὴν ἀπὸ τοῦ ψεύδεσθαι κηλῖδα παραιτούμενοι. οὐκοῦν ὁ λαμβάνων τοῦ Σωτῆρος τὴν μαρτυρίαν, ἐσφράγισεν, ὅτι Θεὸς ἀληθής ἐστιν· ἔστι γὰρ ὄντως κατὰ φύσιν Θεός.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
