# Commentarii in Joannem 1.275

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.275

Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν τῷ ὄρει τούτῳ προσκυνήσετε τῷ Πατρί. Ὁμοῦ τῆς ἁπάντων ἀμαθίας καταψηφίζεται, μετατεθήσεσθαι λέγων ἐπὶ τὸ ἀληθέστερον τῆς παρ' ἀμφοῖν λατρείας τὸ σχῆμα. οὐ γὰρ ἔτι, φησὶ, ζητηθήσεται τόπος, ἐν ᾧ δὴ κυρίως οἰήσονται κατοικεῖν τὸν Θεὸν, ἀλλ' ὡς τὰ πάντα πληροῦντι καὶ συνέχειν ἰσχύοντι "προσκυνήσουσι τῷ Κυρίῳ, "ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ," καθάπερ τις φησὶ τῶν ἁγίων προφητῶν. ὥραν δὲ καὶ καιρὸν τῆς τῶν τοιούτων ἐθῶν μεταστάσεως, τὴν ἑαυτοῦ μετὰ σώματος ἐπιδημίαν ἐν κόσμῳ φησίν. Ἐπιτήρει δὲ ὅπως ἀστειοτάτῃ τοῦ λόγου χρησάμενος ἀγωγῇ πρὸς ἐννοίας τὰς περὶ Υἱοῦ ποδηγεῖ τοῦ γυναίου τὸν νοῦν, Πατέρα καλῶν τὸν Θεόν· πῶς γὰρ ἂν ὅλως νοοῖτο Πατὴρ οὐκ ὄντος Υἱοῦ;

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
