# Commentarii in Joannem 1.279

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.279

ἡμᾶς οἴεσθαι δεῖν τὴν ὑπερκειμένην καὶ ἐπάνω πάντων ὁμολογοῦμεν φύσιν. τοιγάρτοι καὶ πάσῃ τῇ κτίσει διὰ τοῦ πανσόφου προσεφωνεῖτο Μωυσέως "Κύριον τὸν Θεόν σου "προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις·" ὥστε ὅτῳ κατὰ φύσιν ἐστὶν ἡ δουλεία, καὶ ὑπὸ τὸν τῆς θεότητος πίπτει ζυγὸν, τοῦτο δὴ πάντως καὶ ἀνάγκη προσκυνεῖν, καὶ τῷ τῆς λατρείας ὑποκεῖσθαι σχήματι. ἐν μὲν γὰρ τῷ εἰπεῖν Κύριον, διορίζει τὸ δοῦλον, ἐν δὲ τῷ Θεὸν, τὸ πεποιημένον· συνεπινοεῖται γάρ πως καὶ ἀντιδιαστέλλεται, τῷ μὲν κατὰ φύσιν Κυρίῳ τὸ δοῦλον, τῇ δὲ ἀγενήτῳ θεότητι τὸ παραχθὲν εἰς γένεσιν. Ὁ δὲ Υἱὸς ἀϊδίως ὢν ἐν Πατρὶ καὶ Κύριός τε ὑπάρχων ὡς Θεὸς, πόθεν ἂν φαίνοιτο τὸ προσκυνεῖν ἐποφείλων, ἀπορῶ μὲν ἐπιδεικνύειν ἐγώ· φλυαρούντων δὲ πάλιν ἐκεῖνοι Προσκυνήσει, φησὶν, ὁ Μονογενὴς τῷ Πατρὶ, οὔτε ὡς δοῦλος, οὔτε ὡς ποίημα, ἀλλ' ὡς Υἱὸς τῷ γεννήσαντι. παραληπτέον οὖν ἄρα τὴν προσκύνησιν ἐν τῷ τῆς υἱότητος ὅρῳ, καὶ χρῆναι πάντως ἐροῦμεν τὸν Υἱὸν προσκυνεῖν τῷ Πατρὶ, ὡς ἐν τούτῳ τὸ εἶναι λαχόντα, καθάπερ οὖν καὶ ἡμεῖς ἐν τῷ εἶναι ζῷα λογικὰ θνητὰ, νοῦ καὶ ἐπιστήμης δεκτικὰ, ἢ τοῖς ἔξωθεν καὶ κατὰ νοῦν κινήμασι καὶ μόναις ταῖς ἐκ θελημάτων ῥοπαῖς ἐπιτρέψομεν. εἰ μὲν γὰρ ἐνέσπαρται κατὰ φύσιν τῷ Μονογενεῖ τὸ χρῆναι πάντως καὶ ὡς ἐξ ἀνάγκης προσκυνεῖν, οὕτω τε νοοῦσι καὶ λέγουσι, πῶς οὐ γυμνῶς εἰς αὐτὸν δυσσεβοῦντες ἁλώσονται τὸν Πατέρα; πᾶσα γὰρ καὶ αὐτὸν ἀνάγκη νοεῖσθαι τοιοῦτον, ἐπείπερ καὶ εἰκὼν αὐτοῦ καὶ χαρακτὴρ αὐτοῦ ἐστιν ὁ Υἱὸς, καὶ ὅσαπερ ἂν ἐν ἀπαραλλάκτοις ὑπάρχοι τοῖς ὁμοιώμασι, ταῦτα δὴ πάντως κατ' οὐδὲν ἀλλήλων διοίσει. εἰ δὲ ἐν μόνῳ κεῖσθαί φασι τῷ

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
