# Commentarii in Joannem 1.299

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.299

τοῦ χρῆναι δικαίως ἀποῤῥίπτεσθαι μὲν τῆς ἐλπίδος τὸν Ἰσραὴλ, μεταμοσχεύεσθαι δὲ τοὺς ἀλλογενεῖς ἐπ' αὐτήν. Ἰουδαῖοι μὲν γὰρ θαυματουργοῦντα ποικίλως τὸν Ἰησοῦν, καὶ ἐν δόξῃ τῇ θεοπρεπεῖ διαλάμποντα, πικραῖς τε καὶ ἀφορήτοις ὑπονοίαις ὑβρίζουσι, καὶ τοσοῦτον ἐμπαροινεῖν οὐκ ἐρυθριῶντες ἁλίσκονται, ὡς ἔξοικόν τε ποιεῖσθαι καὶ πόλεως τῆς σφετέρας ἐλαύνειν ἐπείγεσθαι τὸν ἁπάσης αὐτοῖς εὐθυμίας πρόξενον· Σαμαρεῖται δέ γε μιᾶς γυναικὸς ἀναπεπεισμένοι λόγοις, δρομαίους μὲν ὅτι χρὴ πρὸς αὐτὸν ἀφικνεῖσθαι λογίζονται. ἐπειδὴ δὲ ἧκον, ἐκλιπαροῦν ἐσπούδαζον, εἴς τε τὸ ἄστυ παρελθεῖν καὶ τὸν σωτήριον αὐτοῖς ἐπιδαψιλεύεσθαι λόγον· ἐπινεύει δὲ προχείρως εἰς ἄμφω Χριστὸς, οὐκ ἄκαρπον ἔσεσθαι τὴν χάριν εἰδώς. πολλοὶ γὰρ ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ. ἴστω δὲ πάλιν διὰ τούτων ὁ φιλόθεός τε καὶ φιλευλαβὴς, ὅτι τῶν μὲν λυπούντων αὐτὸν ἀπανίσταται Χριστὸς, ἐνοικίζεται δὲ τοῖς εὐφραίνουσι δι' ὑπακοῆς τε καὶ πίστεως ἀγαθῆς. Τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου. Ἀπὸ τῶν μειζόνων Σαμαρείταις ἡ πίστις, καὶ οὐκ ἐξ ὧν ἔτι παρ' ἑτέρων μανθάνουσιν, ἀλλ' ἐξ ὧν αὐτήκοοι γεγονότες θαυμάζουσιν. ἐγνωκέναι δέ φασιν, ὅτιπερ εἴη σαφῶς ὁ τοῦ κόσμου Σωτὴρ, πίστεως ἐνέχυρον τῆς εἰς αὐτὸν ἐλπίδος τὴν ὁμολογίαν ποιούμενοι. Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν. αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. Ἔξεισι μὲν ἀπὸ τῆς Σαμαρείας, κατασπείρας ἤδη τὸν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
