# Commentarii in Joannem 1.304

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.304

Μετὰ ταῦτα ἦν ἡ ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδὰ, πέντε στοὰς ἔχουσα. ἐν ταύταις κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. ἄγγελος γὰρ Κυρίου κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι. Οὐ μάτην εὐθὺς ἐπισυνάπτει τοῖς εἰρημένοις ὁ μακάριος Εὐαγγελιστὴς τὴν ἐντεῦθεν εἰς Ἱεροσόλυμα τοῦ Σωτῆρος ἐπάνοδον· ἀλλ' ἦν αὐτῷ κατὰ τὸ εἰκὸς ἐπιδεῖξαι σκοπὸς, ὅσον μὲν ἀμείνους εἰς εὐπείθειαν Ἰουδαίων ἀλλογενεῖς, πόση δὲ ἐν ἀμφοῖν ἕξεώς τε καὶ τρόπων ὁρᾶται διαφορά. ἦν γὰρ οὕτως ἡμᾶς, καὶ οὐχ ἑτέρως, ἐκμαθεῖν ὅτι ψήφῳ δικαίᾳ τοῦ πάντων κρατοῦντος Θεοῦ, καὶ ἀνθρώπου πρόσωπον οὐκ εἰδότος λαβεῖν, ἀποπίπτει μὲν εἰκότως τῆς ἐλπίδος ὁ Ἰσραὴλ, ἀντεισφέρεται δὲ τῶν ἐθνῶν ἡ πληθύς. χαλεπὸν δὲ οὐδὲν τῇ τῶν κεφαλαίων ἀντιπαραθέσει προσβλέποντας τὴν ἐπὶ τοῖς λεγομένοις ποιεῖσθαι βάσανον. ἔδειξε τοίνυν αὐτὸν ἐν ἑνὶ μὲν σημείῳ τὴν Σαμαρειτῶν ἀνασώσαντα πόλιν, ἐν ἑνὶ δὲ ὡσαύτως ἐν τῇ Γαλιλαίᾳ τὸν βασιλικὸν, καὶ δι' ἐκείνου τοὺς ἐν αὐτῇ πάντως δήπου καὶ λίαν ὠφεληκότα. ἐπιμαρτυρήσας δὲ διὰ τούτων πολὺ τὸ πρόχειρον τοῖς ἀλλογενέσιν εἰς εὐπείθειαν, ἀναφέρει πάλιν εἰς Ἱεροσόλυμα τὸν θαυματουργὸν, πρᾶγμα δὲ θεοπρεπὲς ἐπιτελοῦντα δεικνύει. παλαιοτάτης γὰρ παραδόξως ἐλευθεροῖ τὸν παράλυτον νόσου, ὥσπερ οὖν ἀμέλει θανατοῦντα τοῦ βασιλικοῦ τὸν υἱόν. ἀλλ' ὁ μὲν ἐπίστευσε πανοικὶ, καὶ Θεὸν ὡμολόγει τὸν Ἰησοῦν· οἱ δὲ καταπλήττεσθαι δέον φονῶσιν εὐθὺς καὶ διώκουσι

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
