# Commentarii in Joannem 1.305

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.305

τὸν εὐεργέτην ὡς παρανομοῦντα δυσσεβῶς, αὐτοὶ καθ' ἑαυτῶν τὴν ἐπὶ τοῖς αἰσχίοσιν ὁρίζοντες ψῆφον, δι' ὧν τῆς ἐν τοῖς ἀλλογενέσι συνέσεως καὶ τῆς εἰς Χριστὸν εὐλαβείας ὀπίσω πεσόντες ἁλίσκονται. καὶ τοῦτο ἦν ἄρα τὸ περὶ αὐτῶν ἐν ψαλμοῖς εἰρημένον, ὡς πρὸς τὸν Κύριον Ἰησοῦν "Ὅτι "θήσεις αὐτοὺς νῶτον·" οἱ γὰρ πρῶτοι κατατεταγμένοι διὰ τὴν τῶν πατέρων ἐπιλογὴν, ὕστερον καὶ κατόπιν τῆς τῶν ἐθνῶν βαδιοῦνται κλήσεως· ὅταν γὰρ "τὸ πλήρωμα τῶν "ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται." Τοῦτον ἡμῖν τῶν θεωρημάτων ὠδίνει τὸν σκοπὸν τῆς τῶν κεφαλαίων συνθήκης ἡ εὔρυθμος τάξις· ποιησόμεθα δὲ κατὰ μέρος καὶ τῆς ἐν τοῖς στίχοις διανοίας ἀκριβῆ τὴν ζήτησιν. Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα καὶ ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ αὐτοῦ· τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει. Τὴν ἐπὶ τοῖς ἀζύμοις ἑορτὴν ἐπιτελεσάντων τῶν Ἰουδαίων, ἐν ᾗ καὶ τὸ πρόβατον ἀποσφάττειν ἔθος αὐτοῖς, κατὰ τὸν τοῦ πάσχα δηλονότι καιρὸν, ἀπαίρει μὲν τῆς Ἱερουσαλὴμ, Σαμαρείταις δὲ καὶ ἀλλογενέσιν ὁ Χριστὸς ἐπιμίσγεται, καὶ διδάσκει παρ' αὐτοῖς, ἐπὶ ταῖς τῶν Φαρισαίων δυστροπίαις λελυπημένος· ὑπονοστήσας δὲ μόλις κατὰ τὸν καιρὸν τῆς ἁγίας πεντηκοστῆς· αὕτη γὰρ ἦν ἐφεξῆς καὶ γείτων ἐν τοῖς Ἱεροσολύμοις ἡ πανήγυρις· ἐπὶ τοῖς τῆς κολυμβήθρας ὕδασιν ὑγιάζει τὸν παράλυτον, μακρὸν μὲν ἐν ἀῤῥωστίᾳ δαπανήσαντα χρόνον· ἦν γὰρ δὴ καὶ ὄγδοον ἔτος ἐπὶ τριακοστῷ· πλὴν οὔπω πρὸς τὸν ἐκ νόμου τέλειον ἀριθμὸν ἀναβεβηκότα, φημὶ δὲ δὴ τὸν ἐκ δέκα τετράκις, ἤτοι τεσσαράκοντα. Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις ἡμῖν καταλύσει λόγος·

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
