# Commentarii in Joannem 1.313

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.313

ἐπὶ τοῖς ἐσχάτοις ὑποκεῖσθαι γραφαῖς, τοὺς οἵπερ ἂν γένοιντο χρηστοί τε καὶ ἀγαθοὶ περὶ τὸν πέλας κατὰ τὸ σάββατον. Ἵνα δὴ πάλιν θεωρῶμεν αὐτοὺς οὐ μετρίως ἀνοηταίνοντας, διά τε τοῦτο δικαίως ἀκούειν ὀφείλοντας "Πλανᾶσθε μὴ "εἰδότες τὰς γραφὰς," φέρε δή τι καὶ ἐκ τῶν ἱερῶν λαβόντες γραμμάτων ἐπιδεικνύωμεν ἐναργῶς καὶ πάλαι προαναζωγραφούμενον ὡς ἐν τύπῳ τὸν Ἰησοῦν ἀδιαφοροῦντα περὶ τὸ σάββατον. οὐκοῦν ἐν γήρᾳ μακρῷ, καθὰ γέγραπται, τῶν ἀνθρωπίνων ἀποδημήσαντος τοῦ πανσόφου Μωυσέως καὶ εἰς τὰς ἄνω μεθορμισθέντος μονὰς, κρίσει καὶ ψήφῳ τοῦ πάντων κρατοῦντος Θεοῦ, τὴν ἡγεμονίαν τὴν ἐπὶ τὸν Ἰσραὴλ ἔλαχέ τε καὶ ἐκληρώσατο παῖς ὁ τοῦ Ναυῆ Ἰησοῦς. ἐπειδὴ δὲ μυριάνδρους ὁπλιτῶν ἀριθμοὺς κύκλῳ περιστήσας τῆς Ἱεριχοῦς, ἑλεῖν τε ἤδη καὶ καταστρέφειν αὐτὴν ἐβουλεύετο, σύνθημα μὲν τοῖς λευίταις ἐδίδου, κύκλῳ περιάγειν τὴν κιβωτὸν ἐφ' ὅλαις ἓξ τὸν ἀριθμὸν ἡμέραις, τῇ δὲ ἑβδόμῃ, τουτέστι κατὰ τὸ σάββατον, συναλαλάζειν ταῖς σάλπιγξι τὴν ἄμετρον τῶν στρατευμάτων ἐκέλευσε πληθὺν, καὶ κατεσείσθη μὲν οὕτω τὸ τεῖχος, εἰσδραμόντες δὲ εἴσω, χειροῦνται τὴν πόλιν, οὐ τὴν ἄκαιρον τοῦ σαββάτου τιμῶντες ἀργίαν, οὐδὲ τὸ νικᾶν ἐν αὐτῷ παραιτούμενοι διὰ τὸν ἐξείργοντα νόμον, ἀλλ' οὐδὲ τοῖς Ἰησοῦ στρατηγήμασιν ἀντιπράττοντες τότε, λοιδορίας δὲ παντελῶς ἐλευθέραν τοῦ ἀνδρὸς τὴν ἡγεμονίαν τηρήσαντες. καὶ ὁ μὲν τύπος ἐν τούτοις. ἐπειδὴ δὲ παρῆν ἡ ἀλήθεια, τουτέστι Χριστὸς, τὴν ἐπιτειχισθεῖσαν κατὰ τῆς ἀνθρώπου φύσεως παρὰ τοῦ διαβόλου φθορὰν καθελών τε καὶ χειρωσάμενος, εἶτα τοῦτο ποιῶν ὁρᾶται κατὰ τὸ σάββατον, ὡς ἐν προοιμίοις καὶ ἀρχῇ τοῦ πράγματος ἐν τῷ παραλελυμένῳ, δυσφοροῦσιν ἀπαιδεύτως καὶ τῆς τῶν

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
