# Commentarii in Joannem 1.319

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.319

Ἀπειθήσει δὲ ἴσως ὁ τῇ ἀληθείᾳ μαχόμενος, καὶ τροφὴν ὥσπερ τινὰ τῆς ἑαυτοῦ δυσβουλίας ποιήσεται τὸ εἰρημένον Εἴπερ ἦν ἐν ἰσότητι, λέγων, τοῦ Πατρὸς ὁ Υἱὸς, οὐδεμίαν ἀπονέμων ὡς ἐξ ἀνάγκης αὐτῷ τὴν ὑπεροχὴν, διὰ τὸ τῆς οἰκείας φύσεως μειονέκτημα, τί τὸ πεπεικὸς οὕτως αὐτὸν ἀκατακαλύπτως εἰπεῖν, μὴ δύνασθαι ποιεῖν ἀφ' ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα; σαφῶς γὰρ ἐν τούτοις, φησὶν, ὁμολογεῖ μηδὲν ὅλως ἐξ ἑαυτοῦ δύνασθαι ποιεῖν, ὡς εἰδὼς δηλονότι τὸν ἀμείνω καὶ ὑπερέχοντα· σὺ δὲ αὖ πάλιν ἡμῖν κατασοφίζῃ τὸν λόγον. Τί οὖν πρὸς ταῦτα καὶ παρ' ἡμῶν; Ἀνδρίζεται πάλιν εἰς δυσφημίας ὁ χριστομάχος, καὶ μεθύων ἐξ ἀπαιδευσίας οὐκ αἰσθάνεται. χρῆν γὰρ, ὦ βέλτιστε, δοκιμάζειν ἀκριβῶς τῶν εἰρημένων τὴν δύναμιν, καὶ μὴ προχείρως ἐπιπηδᾶν τοῖς ἐξ ἀμαθίας εἰσβαίνουσι λογισμοῖς. κατὰ τίνα γὰρ τρόπον τῆς ἰσότητος τῆς πρὸς τὸν Πατέρα κατακομίζειν οἴει χρῆναι τὸν Υἱὸν, διὰ τὸ φάναι μὴ δύνασθαι ποιεῖν ἐξ ἑαυτοῦ μηδὲν, ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα; ἆρα γὰρ ὡς οὐκ ἔχων ἐν δυνάμει τὸ ἴσον τὰ τοιαῦτά φησι, καίτοι καὶ ἐξ αὐτῶν ἔστιν τῶν προκειμένων ἰδεῖν ἰσοσθενοῦντα τῷ φύσαντι τὸν Υἱὸν, ἤπερ ἰσχύος τῆς θεοπρεποῦς ἐπιδεᾶ; οὐ γὰρ φαίνεται λέγων Οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ λάβῃ τὸ δύνασθαι παρὰ τοῦ Πατρός· τοῦτο γὰρ ἦν ὄντως ἀσθενοῦντος εἰπεῖν· ἀλλ' Ἐὰν μή τι βλέπῃ τὸν Πατέρα ποιοῦντα. ὅτι δὲ διὰ τῆς ὀπτικῆς αἰσθήσεως οὐκ εἰς τὸ δυναμοῦσθαι μᾶλλον, ἀλλ' εἰς θεωρίαν τὴν τινῶν, καλεῖσθαι πεφύκαμεν, ἀντιστατήσειν οἶμαι μηδένα. οὐκοῦν τοῖς τοῦ γεννήσαντος ἔργοις ἐνατενίζειν ἑαυτὸν εἰρηκὼς ὁ Υἱὸς οὐκ ἀσθενοῦντα δεικνύει, ζηλωτὴν δὲ μᾶλλον ἤτοι θεατὴν, καὶ ὅπως ἀκριβέστερον ἡμῖν ἐν τοῖς ἐφεξῆς εἰρήσεται. ὅτι δὲ διὰ τῆς

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
