# Commentarii in Joannem 1.327

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.327

οὐσίαν ἐν ἐμαυτῷ μὴ δυνάμενος, διὰ τοῦ με φαίνεσθαι καὶ εἶναι τοιοῦτος, ὁποῖός ἐστι κατὰ φύσιν αὐτός· ἐνεργῶ γὰρ πάντως ὡς ἐξ αὐτοῦ, τὰ αὐτοῦ. Τὸ δὲ λέγειν προκαταρκτικὸν τῶν ἔργων τὸν Πατέρα ὑπάρχειν, ἀμαθίας τῆς ἐσχάτης οὐκ ἀμοιρήσει. πῶς γὰρ ἂν αὐτὸς ἰδίᾳ καὶ μόνος προκατάρξαιτό ποτε, δύναμιν ἔχων τὴν ἐφ' ἅπασιν ἐνεργητικὴν τὸν Υἱὸν, συνυπάρχοντα μὲν ἀϊδίως αὐτῷ, θελήσεως δὲ τῆς ἐπί τι καὶ κινήσεως τῆς κατ' ἐνέργειαν τὴν ἐπί τισιν ἐκφαντικόν. καὶ εἰ περιμένειν αὐτὸν τὴν ἐφ' ἑκάστῳ τῶν ἔργων ἰδικὴν ἐνέργειαν τοῦ Πατρὸς ἀπαιδεύτως διισχυρίζονται, πρὸς τὸ ἴσον ἀπομιμήσασθαι, δεικνύτωσαν ἡμῖν ἰδίᾳ καὶ καθ' ἑαυτὸν ἐργασάμενόν τι τὸν Πατέρα πώποτε, ἢ καὶ ποῖον αὐτὸς προθεραπεύσας παράλυπον, δέδωκεν ὡς ἐν τύπῳ τὸ πρᾶγμα τῷ γεννήματι. Ὁ γὰρ Πατὴρ φιλεῖ τὸν Υἱόν. Ἀσυνέτως ἐξαγριουμένους εἰς εἰκαίαν ὀργὴν, τοὺς οἵπερ ἦσαν δυσσεβοῦντες εἰς αὐτὸν ἀφυλάκτως διὰ τὸ σάββατον ἐξελέγχει Χριστὸς, ἐναργεστάτην τοῦ πράγματος ποιούμενος τὴν ἀπόδειξιν διὰ τοῦ φιλεῖσθαι λέγειν παρὰ τοῦ ἰδίου γεννήτορος. εἰ γὰρ ὅλως φιλεῖ τὸν Υἱὸν ὁ Πατὴρ, οὐ λυποῦντα δῆλον ὅτι φιλεῖ, κατευφραίνοντα δὲ μᾶλλον ἐφ' οἷς ἂν ποιῇ καὶ ἐργάζηται. μάτην οὖν ἄρα διώκουσι τὸν ἐλεεῖν ἐν σαββάτῳ μὴ παραιτούμενον, καὶ ταῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀντιτείνοντες ψήφοις διὰ τούτου πάλιν ἁλίσκονται. χρῆναι γὰρ οἴονται μισεῖν, ὃν αὐτὸς ἀγαπᾷ, δῆλον δὲ δήπου πάντως ἐστὶν, ὡς οὐκ ἂν ἠγάπησέ ποτε τὴν τοῦ τεκόντος αὐτὸν παρατρέχοντα βούλησιν, καὶ ἰδίᾳ καὶ μόνον ὅπερ ἂν αὐτὸς ἐθελήσαι ποιεῖν εἰθισμένον. ἐπειδὴ δὲ δικαίως ἀγαπᾷ, συναινεῖ δηλονότι καὶ συγκατανεύει τοῦ σαββάτου τὴν λύσιν,

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
