# Commentarii in Joannem 1.339

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.339

ἀλλ' ἔστι Πατὴρ κατ' ἀλήθειαν ὁ Θεός· Υἱὸς ἄρα κατὰ φύσιν ὁ Μονογενὴς, εἴσω τε πάντως ἐστὶ τῶν τῆς θεότητος ὅρων· Θεὸς γὰρ ἐκ Θεοῦ τεχθήσεται, καθάπερ οὖν ὁ ἄνθρωπος ἐξ ἀνθρώπου τυχὸν, καὶ οὐ διαψεύσεται τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τὰ πάντα ὑπερκειμένη φύσις, τὸν αὐτῇ μὴ πρέποντα τεκοῦσα καρπόν. Ἐπειδὴ δὲ δυσσεβῶς τε καὶ ἀνοήτως φασὶν οὐ τὴν τοῦ Θεοῦ τε καὶ Πατρὸς ἐξυβρίζεσθαι φύσιν ἐν Υἱῷ, μὴ τῆς προσηκούσης ἀπολαύοντι δόξης πρός τινων, ὡς εἰκόνος δὲ μᾶλλον ἰδίας ἠτιμασμένης ἐν αὐτῷ χαλεπαίνειν, εἰκότως γε δὴ ποιοῦντα καὶ καλῶς· ἐρωτητέον αὐτοὺς, κατὰ τίνα τρόπον εἰκόνα βούλονται τοῦ Πατρὸς εἶναί τε καὶ λέγεσθαι τὸν Υἱόν. μᾶλλον δὲ αὐτοὶ τὸν παρ' ἐκείνων φθάσαντες λόγον προδιαστέλλωμεν τῆς εἰκόνος τὰ εἴδη, κατά γε τὸν ἐγχωροῦντα λόγον· οὕτω γὰρ ἂν γένοιτο σαφής τε καὶ λίαν εὐκρινεστέρα τῶν ζητουμένων ἡ εὕρεσις. οὐκοῦν μία μὲν ἤδη καὶ πρώτη τῆς κατὰ φύσιν ταυτότητος ἐν ἀπαραλλάκτοις τοῖς ἰδιώμασιν ἡ εἰκὼν, ὡς ἐξ Ἀδὰμ ὁ Ἄβελ, ἢ Ἰσαὰκ ἐξ Ἁβραάμ. δευτέρα δὲ πάλιν ἡ κατὰ μόνην τὴν τοῦ χαρακτῆρος ἐμφέρειαν, καὶ τὸ ἀκριβὲς τοῦ εἴδους ἐκτύπωμα, καθάπερ ἡ τοῦ βασιλέως ἐν ξύλῳ γραφὴ, ἢ καὶ καθ' ἕτερόν τινα πεποιημένη τρόπον, ὡς πρὸς αὐτὸν ἄριστά τε καὶ ἐντεχνέστατα. εἰκὼν δὲ ἑτέρα λαμβάνεται πάλιν πρὸς ἤθη καὶ τρόπους καὶ πολιτείαν καὶ θέλημα τὸ ἐπί τισιν ἀγαθοῖς ἢ φαύλοις, ὡς ἐοικέναι λέγεσθαι τυχὸν τὸν μὲν ἀγαθοεργοῦντα τῷ Παύλῳ, τὸν δὲ μὴ τοιοῦτον τῷ Κάϊν. τὸ γὰρ ἐν τοῖς ἴσοις ὁρᾶσθαι φαύλοις τε καὶ ἀγαθοῖς, τὴν ὁμοίωσιν ἑκάστῳ πραγματεύεται καὶ περιτίθησιν εἰκότως. εἶδος δέ πως εἰκόνος ἐστὶν ἕτερον, καὶ τὸ ἐν ἀξιώματι καὶ τιμῇ καὶ δόξῃ καὶ ὑπεροχῇ, ὥσπερ ἂν εἴ τις τυχὸν τήν τινος ἀρχὴν διαδέχοιτο, καὶ πάντα δρῴη μετ'

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
