# Commentarii in Joannem 1.343

Cyrillus, Commentarii in Joannem, Volume 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/commentarii-in-joannem/1.343

κινδυνεύσει τέλος. οὐδὲν γὰρ ὅλως ἐν τῇ θείᾳ φύσει τὸ ἀξιόπιστον εὑρεθήσεται, δυναμένης ἤδη καὶ τῆς τῶν γενητῶν φύσεως ὑπάρχειν τοῦτο κατ' ἀλήθειαν, ὅπερ ἂν νοοῖτο καὶ αὐτή. ἀποδέδεικται γὰρ κατά γε τὸν παρὰ τοῖς δι' ἐναντίας ἀδρανέστατον λόγον, τῆς μὲν θείας φύσεως οὐχ ὑπάρχων ὁ Μονογενὴς, ἔχων δ' οὖν ὅμως ἀληθινῶς ἐν ἑαυτῷ τὰ ἐκείνης ἐξαίρετα. εἶτα τίς οὐκ ἀποφρίξει, καὶ μόνον ἀκούων τὴν τῶν δογμάτων δυσσέβειαν; πάντα γὰρ ἄνω τε καὶ κάτω στρέφεται λοιπὸν, τῆς μὲν τὰ πάντα ὑπερκειμένης φύσεως καταβαινούσης ἐπὶ τὸ συντάττεσθαι τοῖς γενητοῖς, αὐτῆς δὲ τῆς κτίσεως εἰς τὸ ὑπερέκεινα καὶ οὐχ ὡρισμένον αὐτῇ παραλόγως ἀναπηδώσης μέτρον. Οὐκοῦν, ὡς ὁλκάδος ἐν πελάγει βαπτιζομένης, τῆς τῶν τοιούτων δογμάτων ἀτοπίας ἀπονηχόμενοι, σπεύδωμεν ὡς ἐπ' ἀσφαλῆ καὶ ἀκύμονα λιμένα τὴν ἀλήθειαν, καὶ εἰκόνα τοῦ Θεοῦ τε καὶ Πατρὸς ὁμολογῶμεν τὸν Υἱὸν, οὐκ ἐπικήροις ὥσπερ τισὶ περιπεπλασμένον ἀξιώμασιν, οὐδὲ μόνοις τοῖς θεοπρεπέσι κατηγλαϊσμένον ὀνόμασιν, ἀλλ' οὐσιωδῶς πρὸς τὴν τοῦ τεκόντος ἐμφέρειαν ἀπηκριβώμενον, καὶ ἀπαραλλάκτως ὑπάρχοντα κατὰ φύσιν, ὅπερ ἂν νοοῖτο καὶ ὁ γεννήσας αὐτὸν, τουτέστι Θεὸν ἀληθινὸν ἐκ Θεοῦ κατὰ ἀλήθειαν, παντοκράτορα, δημιουργὸν, δεδοξασμένον, ἀγαθὸν, προσκυνητὸν, καὶ εἴ τι τοῖς εἰρημένοις ὡς Θεῷ πρέπον παρέζευκται. τότε γὰρ δὴ κατὰ πάντα προσεοικότα δεικνύοντες τῷ Θεῷ καὶ Πατρὶ, καὶ ἀληθεύοντα παραστήσομεν, ὡς εἰ μή τις βούλοιτο τιμᾶν τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα τιμᾷ τὸν ἀποστείλαντα αὐτόν· περὶ τούτου γὰρ ἡμῖν ἡ ζήτησις, καὶ ἡ τῶν ἀρτίως ἐξητασμένων κεκίνηται βάσανος.

---

Cyrillus Theol., Commentarii in Joannem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg002.local001/.
